- 底本
- Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg019.humanitext-grc2:12.1-12.12
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
著者はアイミリウスの武功を単なる「幸運」ではなく卓越した知謀と統率によるものと評価し、敵王ペルセウスが強大なバステルナイ人の同盟軍を傭兵代の惜しさから退けた吝嗇さを、金銭を大業のために用いたピリッポスやアレクサンドロスと対比して批判する。
Αἰμίλιον δὲ Παῦλον, ὡς ἐξώρμησεν ἐπὶ στρατείαν, πλοῦ μὲν εὐτυχίᾳ καὶ ῥᾳστώνῃ χρήσασθαι πορείας κατὰ δαίμονα τίθημι, σὺν τάχει καὶ μετʼ ἀσφαλείας εἰς τὸ στρατόπεδον κομισθέντα· τοῦ δὲ πολέμου καὶ τῆς στρατηγίας αὑτοῦ τὸ μὲν τόλμης ὀξύτητι, τὸ δὲ βουλεύμασι χρηστοῖς, τὸ δὲ φίλων ἐκθύμοις ὑπηρεσίαις, τὸ δὲ τῷ παρὰ τὰ δεινὰ θαρρεῖν καὶ χρῆσθαι λογισμοῖς ἀραρόσιν ὁρῶν διαπεπραγμένον, οὐκ ἔχω τῇ λεγομένῃ τοῦ ἀνδρὸς εὐτυχίᾳ λαμπρὸν ἀποδοῦναι καὶ διάσημον ἔργον οἷον ἑτέρων στρατηγῶν.
しかしアイミリウス・パウルスについては、彼が遠征へと出発した際、順調な航海と安楽な旅を享受し、神意によって迅速かつ安全に陣営へと運ばれたことは認めるものの、戦争とその指揮における事績が、あるものは大胆な決断の鋭さによって、あるものは優れた方策によって、あるものは友たちの献身的な奉仕によって、そしてあるものは危難に際しても動じず堅固な理性に頼ることによって成し遂げられたのを見るにつけ、世に言うこの人物の幸運に、他の将軍たちのような輝かしく傑出した功績を帰する気にはなれない。
εἰ μή τις ἄρα τὴν Περσέως φιλαργυρίαν Αἰμιλίῳ τύχην ἀγαθὴν περὶ τὰ πράγματα γενέσθαι φησίν, ἣ λαμπρὰ καὶ μεγάλα πρὸς τὸν πόλεμον ἀρθέντα ταῖς ἐλπίσι τὰ Μακεδόνων ἀνέτρεψε καὶ κατέβαλε, πρὸς ἀργύριον ἀποδειλιάσαντος.1
もし何者かが、ペルセウスの吝嗇こそがアイミリウスにとってこの戦乱における幸運であったと主張するのでない限りは、である。ペルセウスは金銭を惜しんで怖気づき、戦争への希望によって輝かしく大いなるものへと高められていたマケドニア側の情勢を覆し、破滅させたのであった。
ἧκον μὲν γὰρ αὐτῷ δεηθέντι Βαστέρναι, μύριοι μὲν ἱππεῖς, μύριοι δὲ παραβάται, μισθοφόροι πάντες, ἄνδρες οὐ γεωργεῖν εἰδότες, οὐ πλεῖν, οὐκ ἀπὸ ποιμνίων ζῆν νέμοντες, ἀλλʼ ἓν ἔργον καὶ μίαν τέχνην μελετῶντες ἀεὶ μάχεσθαι καὶ κρατεῖν τῶν ἀντιταττομένων.
というのも、彼が求めたのに対し、バステルナイ人がやって来ていたのである。騎兵一万、併走歩兵一万で、すべて傭兵であり、農耕を知らず、航海も知らず、家畜を放牧して生活することも知らず、ただ戦い、対峙する敵に打ち勝つことのみを一筋の務めとし唯一の技術として常に修練している人々であった。
ὡς δὲ περὶ τὴν Μαιδικὴν καταστρατοπεδεύσαντες ἐπεμίγνυντο τοῖς παρὰ τοῦ βασιλέως ἄνδρες ὑψηλοὶ μὲν τὰ σώματα, θαυμαστοὶ δὲ τὰς μελέτας, μεγάλαυχοι δὲ καὶ λαμπροὶ ταῖς κατὰ τῶν πολεμίων ἀπειλαῖς, θάρσος παρέστησαν τοῖς Μακεδόσι καὶ δόξαν ὡς τῶν Ῥωμαίων οὐχ ὑπομενούντων, ἀλλʼ ἐκπλαγησομένων τὴν ὄψιν αὐτὴν καὶ τὴν κίνησιν ἔκφυλον οὖσαν καὶ δυσπρόσοπτον.
彼らはマイディケ地方の周辺に宿営し、王の配下の者たちと交わったが、その身体は頑躯であり、軍事教練は驚くべきもので、敵に対する威嚇は誇り高く堂々としていたため、マケドニア軍に勇気を与え、ローマ軍は耐え切れず、その容貌それ自体と、異様で直視しがたい動きに驚倒するであろうという確信を抱かせた。
οὕτω διαθεὶς τοὺς ἀνθρώπους ὁ Περσεύς καὶ τοιούτων ἐμπλήσας ἐλπίδων, αἰτούμενος καθʼ ἕκαστον ἡγεμόνα χιλίους, πρὸς τὸ γιγνόμενον τοῦ χρυσίου πλῆθος ἰλιγγιάσας καὶ παραφρονήσας ὑπὸ μικρολογίας ἀπείπατο καὶ προήκατο τὴν συμμαχίαν, ὥσπερ οἰκονομῶν, οὐ πολεμῶν Ῥωμαίοις, καὶ λογισμὸν ἀποδώσων ἀκριβῆ τῆς εἰς τὸν πόλεμον δαπάνης οἷς ἐπολέμει·
ペルセウスは兵士たちをこのように整え、かかる希望で満たしておきながら、指揮官一人あたり千枚の金貨を要求されると、その莫大な額の金貨に眩暈を覚え、けちくささから正気を失って同盟を拒絶し、破棄してしまった。あたかもローマ人と戦争をしているのではなく家計のやりくりをしているかのようであり、戦っている相手に対して戦費の精密な決算書を提出するかのような振る舞いであった。
καίτοι διδασκάλους εἶχεν ἐκείνους, οἷς ἄνευ τῆς ἄλλης παρασκευῆς στρατιωτῶν δέκα μυριάδες ἦσαν ἠθροισμέναι καὶ παρεστῶσαι ταῖς χρείαις.
もっとも彼は、その他の軍備を除いても、すでに十万の兵士が集結して戦時の用に備えているような者たちを師として持っていたのに。
ὁ δὲ πρὸς δύναμιν ἀνταίρων τηλικαύτην καὶ πόλεμον οὗ τοσοῦτον ἦν τὸ παρατρεφόμενον, διεμέτρει καὶ παρεσημαίνετο τὸ χρυσίον, ἅψασθαι δεδιὼς ὥσπερ ἀλλοτρίων.
それにもかかわらず、ペルセウスはこれほど強大な戦力と、付随して養われる〔兵力〕がこれほど莫大な戦争に立ち向かいながら、他人の財宝に触れるのを恐れるかのように、金貨を計量し封印していた。
καὶ ταῦτʼ ἔπραττεν οὐ Λυδῶν τις οὐδὲ Φοινίκων γεγονώς, ἀλλὰ τῆς Ἀλεξάνδρου καὶ Φιλίππου κατὰ συγγένειαν ἀρετῆς μεταποιούμενος, οἳ τῷ τὰ πράγματα τῶν χρημάτων ὠνητά, μὴ τὰ χρήματα τῶν πραγμάτων ἡγεῖσθαι2 πάντων ἐκράτησαν.
しかも彼は、リュディア人やフェニキア人の生まれとしてではなく、親族関係を通じてアレクサンドロスやピリッポスの徳を自任する者としてこのように振る舞っていた。その二人は、金銭によって大業が購われるのであって、大業によって金銭が購われるのではないとみなすことによって、万物を征服した者たちであった。
ἐρρέθη γοῦν ὅτι τὰς πόλεις αἱρεῖ τῶν Ἑλλήνων οὐ Φίλιππος, ἀλλὰ τὸ Φιλίππου χρυσίον.
現に「ギリシアの諸都市を攻略するのはピリッポスではなく、ピリッポスの金貨である」と言われたほどであった。
Ἀλέξανδρος δὲ τῆς ἐπʼ Ἰνδοὺς στρατείας ἁπτόμενος, καὶ βαρὺν ὁρῶν καὶ δύσογκον ἤδη τὸν Περσικὸν ἐφελκομένους πλοῦτον τοὺς Μακεδόνας, πρώτας ὑπέπρησε τὰς βασιλικὰς ἁμάξας, εἶτα τοὺς ἄλλους ἔπεισε ταὐτὸ ποιήσαντας ἐλαφροὺς ἀναζεῦξαι πρὸς τὸν πόλεμον ὥσπερ λελυμένους.
またアレクサンドロスは、インド遠征に着手するにあたり、マケドニア軍がすでにペルシアの富という重荷と厄介な荷物を引きずっているのを見て、まず王室の輜重車に火を放ち、次いで他の者たちをも説得して同じようにさせ、軛を解かれたかのように身軽にして戦争へと出発させたのであった。
Περσεύς δὲ τὸν χρυσὸν αὐτὸς αὑτοῦ καὶ τέκνων καὶ βασιλείας καταχεάμενος οὐκ ἠθέλησε διʼ ὀλίγων σωθῆναι χρημάτων, ἀλλὰ μετὰ πολλῶν κομισθεὶς ὁ πλούσιος αἰχμάλωτος ἐπιδείξασθαι Ῥωμαίοις ὅσα φεισάμενος ἐτήρησεν αὐτοῖς.
ところがペルセウスは、自分自身と子らと王国の上に黄金を浴びせかけながら、少額の金銭を投じて救われることを望まず、むしろ裕福な捕虜として大金とともに連行され、自分が節約して敵のために保管しておいてやった金貨がどれほどであったかを、ローマ人に見せつけることを選んだのであった。
- 12.3πρὸς ἀργύριον ἀποδειλιάσαντος
意味上の主語が文脈から自明なペルセウスを指す独立属格。直前の関係代名詞節(ἣ ... κατέβαλε)の直後に置かれ、ペルセウスが金銭の支払いに怖気づいたことがマケドニア側の情勢破滅の原因となったことを付加的に示している。先行する名詞句 Περσέως φιλαργυρίαν の属格名詞 Περσέως を意味上の主体としつつ、文法上は名詞なしで置かれた属格分詞構文である。
- 12.9τῷ τὰ πράγματα τῶν χρημάτων ὠνητά, μὴ τὰ χρήματα τῶν πραγμάτων ἡγεῖσθαι
冠詞付き不定詞(τῷ ... ἡγεῖσθαι)が原因・手段を表す与格として機能している。不定詞の内側では、二重対格(主語対格 τὰ πράγματα / 述語対格 ὠνητά)の構文が取られ、属格 τῶν χρημάτων は価格・代価の属格(「金銭によって購われる」)である。続く対比節 μὴ τὰ χρήματα τῶν πραγμάτων では ὠνητά が省略されており、対句構造(「大業が金銭によって買われるのであって、金銭が大業によって買われるのではない」)を明瞭に際立たせている。
