← プルタルコス

ティモレオン伝

§38.1-38.7

失明したティモレオンへの崇敬と民会での助言

失明したティモレオンに対するシラクサ市民の熱烈な崇敬と、重要事案の審議において彼が車に乗って民会に迎え入れられ意見を述べる慣例が描かれる。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§38.1

ἐκεῖνον μὲν οὖν αὐτὸν ὑπομείναντα τὴν συμφορὰν ἀλύπως ἧττον ἄν τις θαυμάσειε·

それゆえ、彼自身がこの災難を嘆くことなく耐え忍んだことについては、誰もそれほど驚かないかもしれない。

§38.2

τῶν δὲ Συρακουσίων ἄξιον ἄγασθαι τὴν πρὸς τὸν ἄνδρα τιμὴν καὶ χάριν ἣν ἐπεδείξαντο πεπηρωμένῳ, φοιτῶντες ἐπὶ θύρας αὐτοὶ καὶ τῶν ξένων τοὺς παρεπιδημοῦντας ἄγοντες εἰς τὴν οἰκίαν καὶ τὸ χωρίον, ὅπως θεάσαιντο τὸν εὐεργέτην αὑτῶν, ἀγαλλόμενοι καὶ μέγα φρονοῦντες ὅτι παρʼ αὐτοῖς εἵλετο καταζῆσαι τὸν βίον, οὕτω λαμπρᾶς ἐπανόδου τῆς εἰς τὴν Ἑλλάδα παρεσκευασμένης αὐτῷ διὰ τῶν εὐτυχημάτων καταφρονήσας.1

しかしシラクサ人たちが、目が見えなくなった彼に対して示した敬意と感謝の念は、称賛に値するものであった。彼らは自ら彼の門口を訪ね、滞在中の外国人たちをも彼の家や所領へと連れて行き、自分たちの恩人を拝見させようとした。そして、幸運によってこれほど輝かしいギリシアへの帰還が彼に用意されていたにもかかわらず、それを顧みずに自分たちのもとで余生を送ることを選んでくれたことを喜び、誇りとしていたのである。

§38.4

πολλῶν δὲ καὶ μεγάλων εἰς τὴν ἐκείνου τιμὴν γραφομένων καὶ πραττομένων οὐδενὸς ἧττον ἦν τὸ ψηφίσασθαι2 τὸν τῶν Συρακουσίων δῆμον, ὁσάκις συμπέσοι πόλεμος αὐτοῖς πρὸς ἀλλοφύλους, Κορινθίῳ χρῆσθαι στρατηγῷ.

彼の栄誉のために多くの偉大な決議や行為がなされたが、シラクサの民衆が、異民族との戦争が生じるたびにコリントス人の将軍を用いるべしと議決したことは、他のいかなるものにも劣らず重要であった。

§38.5

καλὴν δὲ καὶ τὸ περὶ τὰς ἐκκλησίας γινόμενον ὄψιν εἰς τιμὴν αὐτοῦ παρεῖχε· τὰ γὰρ ἄλλα διʼ αὑτῶν κρίνοντες ἐπὶ τὰς μείζονας διασκέψεις ἐκεῖνον ἐκάλουν.

また、民会において生じる光景も、彼の栄誉にふさわしい美しいものであった。というのも、他の事柄は自らで判断しつつも、より重大な審議に際しては彼を呼び寄せたからである。

§38.6

ὁ δὲ κομιζόμενος διʼ ἀγορᾶς ἐπὶ ζεύγους πρὸς τὸ θέατρον ἐπορεύετο καὶ τῆς ἀπήνης, ὥσπερ ἐτύγχανε καθήμενος,3 εἰσαγομένης, ὁ μὲν δῆμος ἠσπάζετο μιᾷ φωνῇ προσαγορεύων αὐτόν, ὁ δʼ ἀντασπασάμενος καὶ χρόνον τινὰ δοὺς ταῖς εὐφημίαις καὶ τοῖς ἐπαίνοις, εἶτα διακούσας τὸ ζητούμενον, ἀπεφαίνετο γνώμην.

彼は市場を通り、車に乗せられて劇場へと向かった。車輪のついた馬車が、彼が腰掛けたままで中へと導き入れられると、民衆は声を一つにして彼に呼びかけ、挨拶を送った。そして彼も挨拶を返し、歓呼と称賛にしばらく時間を委ねたのち、諮問された事柄に耳を傾けてから意見を表明した。

§38.7

ἐπιχειροτονηθείσης δὲ ταύτης οἱ μὲν ὑπηρέται πάλιν ἀπῆγον διὰ τοῦ θεάτρου τὸ ζεῦγος, οἱ δὲ πολῖται βοῇ καὶ κρότῳ προπέμψαντες ἐκεῖνον ἤδη τὰ λοιπὰ τῶν δημοσίων καθʼ αὑτοὺς ἐχρημάτιζον.

この意見が挙手によって可決されると、従者たちは再び劇場を通って車を連れ戻し、市民たちは歓声と拍手をもって彼を送り出したうえで、以後の公務を自分たちだけで処理するのだった。

構文注3 件
  1. 38.3οὕτω λαμπρᾶς ἐπανόδου τῆς εἰς τὴν Ἑλλάδα παρεσκευασμένης αὐτῷ διὰ τῶν εὐτυχημάτων καταφρονήσας

    分詞 καταφρονήσας(主格男性単数)は直前の εἵλετο の主語(ティモレオン)に一致し、「〜を顧みずに/軽んじて」の意味を表す。動詞 καταφρονέω は属格支配であるため、οὕτω λαμπρᾶς ἐπανόδου は絶対属格ではなく、完了受動分詞 παρεσκευασμένης を伴った καταφρονήσας の目的語の属格句として取られる。

  2. 38.4οὐδενὸς ἧττον ἦν τὸ ψηφίσασθαι

    冠詞付き不定詞句 τὸ ψηφίσασθαι ... χρῆσθαι στρατηγῷ が文全体の主語で、不完全過去動詞 ἦν の述語補語として比較級の句 οὐδενὸς ἧττον(直訳:「何ものにも劣らず」)が置かれている。文頭の πολλῶν δὲ καὶ μεγάλων ... γραφομένων καὶ πραττομένων(独立属格「多くの偉大な事柄が提案・実行されたが」)と対比され、この決議が格段に重要であったことを強調する構文。

  3. 38.6ὥσπερ ἐτύγχανε καθήμενος

    τυγχάνω + 分詞の構文であるが、「たまたま座っていた」という偶発性ではなく、副詞 ὥσπερ(〜の通りに)と組み合わさって「彼が腰掛けていたそのままの状態で」という既存の態勢・状況の継続を表す。彼が車から降りることなく着席した姿勢のまま劇場内へ運び入れられたことを示している。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0007.tlg018.humanitext-grc2:38.1-38.7