← プルタルコス

ティモレオン伝

§37.1-37.10

扇動家への寛容と失明による引退

民衆扇動家たちからの訴追や告発に対してティモレオンが言論の自由と法治の確立を誇って応じず、その後シケリア平定の偉業を全うして失明に至り、権力を返上した経緯が語られる。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§37.1

ἐπεὶ δὲ χρῆν, ὡς ἔοικεν, οὐ μόνον πᾶσι κορυδαλλοῖς λόφον ἐγγίγνεσθαι, κατὰ Σιμωνίδην, ἀλλὰ καὶ πάσῃ δημοκρατίᾳ συκοφάντην, ἐπεχείρησαν καὶ Τιμολέοντι δύο τῶν δημαγωγῶν, Λαφύστιος καὶ Δημαίνετος.

だが、シモニデスによればすべてのヒバリに冠羽が生じるだけでなく、あらゆる民主政にも密告者が生じるのが定めであったと見え、二人の民衆扇動家、ラピュスティオスとデーマイネトスがティモレオンにも攻撃を仕掛けた。

§37.2

ὧν Λαφυστίου μὲν αὑτὸν πρός τινα δίκην κατεγγυῶντος οὐκ εἴα θορυβεῖν οὐδὲ κωλύειν τοὺς πολίτας· ἑκὼν γὰρ αὐτὸς ὑπομεῖναι1 τοσούτους πόνους καὶ κινδύνους ὑπὲρ τοῦ τοῖς νόμοις χρῆσθαι τὸν βουλόμενον Συρακουσίων·

彼らのうち、ラピュスティオスがある裁判のために彼に身元引受人を立てるよう要求したとき、ティモレオンは市民たちが騒ぎ立てたり邪魔をしたりするのを許さなかった。というのも、シラクサ市民の望む者が誰であれ法を利用できるようにすることこそ、自分が自発的にこれほど多くの労苦と危険を耐え忍んだ目的である、と彼は述べたからである。

§37.3

τοῦ δὲ Δημαινέτου πολλὰ κατηγορήσαντος ἐν ἐκκλησίᾳ τῆς στρατηγίας, πρός ἐκεῖνον μὲν οὐδὲν ἀντεῖπε, τοῖς δὲ θεοῖς ἔφη χάριν ὀφείλειν, οἷς εὔξατο Συρακουσίους ἐπιδεῖν τῆς παρρησίας κυρίους γενομένους.

一方、デーマイネトスが民会でティモレオンの軍指揮を激しく告発したとき、彼はその男には何も言い返さず、シラクサ人が言論の自由を享受するのを見届けさせてほしいと祈願した神々にこそ感謝の義務を負っている、と語った。

§37.4

μέγιστα δʼ οὖν καὶ κάλλιστα τῶν καθʼ αὑτὸν Ἑλλήνων ὁμολογουμένως διαπραξάμενος ἔργα, καὶ μόνος, ἐφʼ ἃς οἱ σοφισταὶ διὰ τῶν λόγων τῶν πανηγυρικῶν ἀεὶ παρεκάλουν πράξεις τοὺς Ἕλληνας, ἐν ταύταις ἀριστεύσας, καὶ τῶν μὲν αὐτόθι κακῶν, ἃ τὴν ἀρχαίαν Ἑλλάδα κατέσχεν, ὑπὸ τῆς τύχης προεκκομισθεὶς ἀναίμακτος καὶ καθαρός, ἐπιδειξάμενος δὲ δεινότητα μὲν καὶ ἀνδρείαν τοῖς βαρβάροις καὶ τοῖς τυράννοις, δικαιοσύνην δὲ καὶ πρᾳότητα τοῖς Ἕλλησι καὶ τοῖς φίλοις, τὰ δὲ πλεῖστα τρόπαια τῶν ἀγώνων ἀδάκρυτα καὶ ἀπενθῆ τοῖς πολίταις καταστήσας, καθαρὰν δὲ τὴν Σικελίαν ἐν οὐδʼ ὅλοις ἔτεσιν ὀκτὼ ἀϊδίων καὶ συνοίκων κακῶν καὶ νοσημάτων παραδοὺς τοῖς κατοικοῦσιν, ἤδη πρεσβύτερος ὢν ἀπημβλύνθη τὴν ὄψιν,2 εἶτα τελέως ἐπηρώθη μετʼ ὀλίγον, οὔτε αὐτὸς ἑαυτῷ πρόφασιν παρασχών οὔτε παροινηθεὶς ὑπὸ τῆς τύχης, ἀλλὰ συγγενικῆς τινος, ὡς ἔοικεν, αἰτίας καὶ καταβολῆς ἅμα τῷ χρόνῳ συνεπιθεμένης·

ともあれ、同時代のギリシア人の中で最も偉大で最も美しい事績を万人の認める形で成し遂げ、ソフィストたちが祝祭演説を通じて常々ギリシア人に呼びかけていたような大業において単独で最高の手柄を立て、ギリシア本土を覆ったかの地の惨禍からは運命によってあらかじめ連れ出されて血塗られず無垢のままであり、異民族や僭主たちには凄腕と勇武を示し、他方ギリシア人や友人たちには正義と温厚を示し、戦いの戦勝記念碑の大部分を市民にとって涙も嘆きもないものとして打ち立て、八年にも満たない歳月のうちにシケリアを長年根づいていた災厄や病から清めて住民たちに引き渡したティモレオンは、すでに高齢に達していたとき、視力が衰え、それから間もなく完全に失明した。これは彼自身が何らかの口実を与えたわけでもなく、運命に乱暴に扱われたわけでもなく、どうやら先天的な要因と素質とが加齢とともに現れたためであった。

§37.8

λέγονται γὰρ οὐκ ὀλίγοι τῶν κατὰ γένος αὐτῷ προσηκόντων ὁμοίως ἀποβαλεῖν τὴν ὄψιν ὑπὸ γήρως ἀπομαρανθεῖσαν.

というのも、彼の血族の少なからぬ者たちが、同様に老化によって衰えた視力を失ったと言われているからである。

§37.9

ὁ δὲ Ἄθανις ἔτι συνεστῶτος τοῦ πρός Ἵππωνα πολέμου καὶ Μάμερκον, ἐν Μυλαῖς ἐπὶ στρατοπέδου φησὶν ἀπογλαυκωθῆναι τὴν ὄψιν αὐτοῦ, καὶ πᾶσι φανερὰν γενέσθαι τὴν πήρωσιν, οὐ μὴν ἀποστῆναι διὰ τοῦτο τῆς πολιορκίας, ἀλλʼ ἐμμείναντα τῷ πολέμῳ λαβεῖν τοὺς τυράννους·

しかしアタニスによれば、ヒッポンおよびマメルコスに対する戦争がまだ続いていたころ、ミュライの陣営において彼の視力は白内障により曇り、その障害は万人の知るところとなったが、それゆえに包囲戦をやめることはなく、戦争をやり抜いて僭主たちを捕縛したという。

§37.10

ὡς δὲ ἐπανῆλθεν εἰς Συρακούσας, εὐθὺς ἀποθέσθαι τὴν μοναρχίαν καὶ παραιτεῖσθαι τοὺς πολίτας,3 τῶν πραγμάτων εἰς τὸ κάλλιστον ἡκόντων τέλος.

そしてシラクサに帰還すると、情勢が最善の結末を迎えたので、直ちに独裁的権力を退き、市民たちに任務の免除を願い出たという。

構文注3 件
  1. 37.2ἑκὼν γὰρ αὐτὸς ὑπομεῖναι

    間接話法(間接言明)の不定詞構文。先行する主節の動詞(「許さなかった」)から「彼は〜と言った」という伝達の意味合いが導かれ、理由を表す接続詞 γάρ を伴う節内で不定詞 ὑπομεῖναι が用いられている。不定詞の意味上の主語が文脈上の発話者(ティモレオン自身)と同一であるため、対格ではなく主格 αὐτός が置かれている。

  2. 37.4μέγιστα δʼ οὖν ... ἀπημβλύνθη τὴν ὄψιν

    長大な周期的構文(周期文)。文頭の μέγιστα から続く多数の分詞節(διαπραξάμενος, ἀριστεύσας, προεκκομισθείς, ἐπιδειξάμενος, καταστήσας, παραδούς, ὤν)が主語のこれまでの事績を統括したのち、ようやく主動詞 ἀπημβλύνθη(およびそれに続く ἐπηρώθη)に到達する。また τὴν ὄψιν は状態・影響の及ぶ範囲を示す「観点の対格(いわゆるギリシア的対格)」である。

  3. 37.10παραιτεῖσθαι τοὺς πολίτας

    παραιτέομαι に人を表す対格(τοὺς πολίτας)が続く形。「市民たちに赦しを請う/辞任の許可を求める」の意。前文の φησίν に統括された間接話法の不定詞で、権力放棄(ἀποθέσθαι)とともに、職務から身を引くことを市民たちに請願・了解させたことを表す。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0007.tlg018.humanitext-grc2:37.1-37.10