- 底本
- Plutarch. Alcibiades, Plutarch's Lives, Vol. IV. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1916.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg015.humanitext-grc2:39.1-39.5
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
リュサンドロスの命を受けたファルナバゾスの部下たちがフリュギアでアルキビアデスの宿所を包囲・放火し、火中から飛び出してきた彼を遠巻きの投射攻撃で殺害する。遺骸はティマンドラにより葬られ、事件の原因については名家女性の兄弟による復讐という異説も付記される。
ὡς οὖν ὁ Λύσανδρος ἔπεμψε πρὸς τὸν Φαρνάβαζον ταῦτα πράττειν κελεύων, ὁ δὲ Μαγαίῳ τε τῷ ἀδελφῷ καὶ Σουσαμίθρῃ τῷ θείῳ προσέταξε τὸ ἔργον,1 ἔτυχε μὲν ἐν κώμῃ τινὶ τῆς Φρυγίας ὁ Ἀλκιβιάδης τότε διαιτώμενος, ἔχων Τιμάνδραν μεθʼ αὑτοῦ τὴν ἑταίραν, ὄψιν δὲ κατὰ τοὺς ὕπνους εἶδε τοιαύτην·
そこでリュサンドロスがファルナバゾスのもとに使者を送りこれを実行するよう命じると、ファルナバゾスは弟のマガイオスと叔父のスサミトレスにこの任務を命じた。そのときアルキビアデスは、情婦ティマンドラを伴ってフリュギアのある村に滞在していたが、夢の中で次のような幻を見た。
ἐδόκει περικεῖσθαι μὲν αὐτὸς τὴν ἐσθῆτα τῆς ἑταίρας, ἐκείνην δὲ τὴν κεφαλὴν ἐν ταῖς ἀγκάλαις ἔχουσαν αὐτοῦ κοσμεῖν τὸ πρόσωπον2 ὥσπερ γυναικὸς ὑπογράφουσαν καὶ ψιμυθιοῦσαν. ἕτεροι δέ φασιν ἰδεῖν τὴν κεφαλὴν ἀποτέμνοντας αὐτοῦ τοὺς περὶ τὸν Μαγαῖον ἐν τοῖς ὕπνοις καὶ τὸ σῶμα καιόμενον. ἀλλὰ τὴν μὲν ὄψιν οὐ πολὺ γενέσθαι λέγουσι πρὸ τῆς τελευτῆς. οἱ δὲ πεμφθέντες πρὸς αὐτὸν οὐκ ἐτόλμησαν εἰσελθεῖν, ἀλλὰ κύκλῳ τὴν οἰκίαν περιστάντες ἐνεπίμπρασαν.
彼自身は情婦の衣服を身にまとい、彼女が彼の頭をその腕に抱きかかえ、目の縁を縁取り白粉を塗って女のようにその顔を化粧しているように思われた。また他の人々によれば、彼は夢の中でマガイオスの一行が自分の首を切り落とし、その胴体が焼かれているのを見たのだという。しかしこの幻は、彼の死の少し前に現れたものだと語られている。 彼のもとに派遣された者たちは中へ踏み込む勇気がなく、家の周りを取り囲んで火を放った。
αἰσθόμενος δʼ ὁ Ἀλκιβιάδης τῶν μὲν ἱματίων τὰ πλεῖστα καὶ τῶν στρωμάτων συναγαγὼν ἐπέρριψε τῷ πυρί, τῇ δʼ ἀριστερᾷ χειρὶ τὴν ἑαυτοῦ χλαμύδα περιελίξας, τῇ δεξιᾷ σπασάμενος τὸ ἐγχειρίδιον ἐξέπεσεν ἀπαθὴς ὑπὸ τοῦ πυρὸς πρὶν ἢ διαφλέγεσθαι τὰ ἱμάτια, καὶ τοὺς βαρβάρους ὀφθεὶς διεσκέδασεν. οὐδεὶς γὰρ ὑπέμεινεν αὐτὸν οὐδʼ εἰς χεῖρας συνῆλθεν, ἀλλʼ ἀποστάντες ἔβαλλον ἀκοντίοις καὶ τοξεύμασιν.
これに気づいたアルキビアデスは、上着と敷布の大半を集めて火の上に投げ込み、左手に自分のマントを巻きつけ、右手に短剣を抜いて、衣服が焼き尽くされる前に火から無傷で外へ飛び出し、その姿を現すや蛮族たちを散り散りに逃げ惑わせた。というのも、誰も彼を待ち受けず、白兵戦に応じることもなく、離れた場所から投げ槍や矢を放ちかけたからである。
οὕτω δʼ αὐτοῦ πεσόντος καὶ τῶν βαρβάρων ἀπελθόντων, ἡ Τιμάνδρα τὸν νεκρὸν ἀνείλετο, καὶ τοῖς αὑτῆς περιβαλοῦσα καὶ περικαλύψασα χιτωνίσκοις, ἐκ τῶν παρόντων3 ἐκήδευσε λαμπρῶς καὶ φιλοτίμως. ταύτης λέγουσι θυγατέρα γενέσθαι Λαΐδα τὴν Κορινθίαν μὲν προσαγορευθεῖσαν, ἐκ δὲ Ὑκκάρων, Σικελικοῦ πολίσματος, αἰχμάλωτον γενομένην.
彼がこのように倒れ、蛮族たちが立ち去ったのち、ティマンドラはその遺骸を引き取り、自身の肌着で包み覆って、手持ちの手段の許す限り立派に、心を込めて葬送を行った。 かの「コリントスの」と呼ばれながらも、シケリアの小都市ヒュッカラから捕虜となったライスは、この女の娘であったと言われている。
ἔνιοι δὲ τὰ μὲν ἄλλα περὶ τῆς Ἀλκιβιάδου τελευτῆς ὁμολογοῦσι τούτοις, αἰτίαν δέ φασιν οὐ Φαρνάβαζον οὐδὲ Λύσανδρον οὐδὲ Λακεδαιμονίους παρασχεῖν, αὐτὸν δὲ τὸν Ἀλκιβιάδην γνωρίμων τινῶν διεφθαρκότα γύναιον ἔχειν σὺν αὑτῷ, τοὺς δʼ ἀδελφοὺς τοῦ γυναίου τὴν ὕβριν οὐ μετρίως φέροντας ἐμπρῆσαί τε τὴν οἰκίαν νύκτωρ, ἐν ᾗ διαιτώμενος ἐτύγχανεν ὁ Ἀλκιβιάδης, καὶ καταβαλεῖν αὐτόν, ὥσπερ εἴρηται, διὰ τοῦ πυρὸς ἐξαλλόμενον.
もっとも、アルキビアデスの死については他の点ではこの記述と一致しつつも、原因を作ったのはファルナバゾスでもリュサンドロスでもスパルタ人でもなく、アルキビアデス自身がある名家の女性を誘惑して同居させていたため、その屈辱に激怒した女性の兄弟たちが、アルキビアデスが滞在していた家を夜間に放火し、言われている通り火の中を飛び出してきた彼を討ち取ったのだと語る人々もいる。
- 39.1ὁ δὲ Μαγαίῳ τε τῷ ἀδελφῷ καὶ Σουσαμίθρῃ τῷ θείῳ προσέταξε τὸ ἔργον
文頭の接続詞 ὡς に導かれる時間節(ὡς οὖν ὁ Λύσανδρος ἔπεμψε...)の内部で並列される第二の従属節であり、ὁ δέ は主語の転換(後者=ファルナバゾス)を表している。文全体の主節は続く ἔτυχε μὲν ... ὁ Ἀλκιβιάδης τότε διαιτώμενος ... ὄψιν δὲ ... εἶδε(そのときアルキビアデスは滞在しており、幻を見た)である。
- 39.2ἐδόκει περικεῖσθαι μὲν αὐτὸς τὴν ἐσθῆτα τῆς ἑταίρας, ἐκείνην δὲ τὴν κεφαλὴν ἐν ταῖς ἀγκάλαις ἔχουσαν αὐτοῦ κοσμεῖν τὸ πρόσωπον
非人称構文(「…であるように思われた」)に見える ἐδόκει が、第一節では αὐτός(主格)を伴う人称構文(「彼自身が…を着ているように思われた」)として取られているのに対し、対比される第二節(ἐκείνην δὲ...)では対格不定詞構文(ἐκείνην ... κοσμεῖν)へと変格(anacoluthon)している。構文の対称性は崩れているが、意味上はともに ἐδόκει の支配下にある並列関係を示す。
- 39.4ἐκ τῶν παρόντων
「現にあるものから」「現状の許す限りにおいて」を意味する慣用表現。ティマンドラが亡命先かつ突発的な災禍という限られた資力・状況の中で、最善を尽くして(λαμπρῶς καὶ φιλοτίμως)埋葬を行ったことを表す副詞句である。
