← プルタルコス

アルキビアデス伝

§38.1-38.4

アテナイ人の後悔とリュサンドロスの暗殺計画

三十人政権の圧制下にあるアテナイ市民はかつてアルキビアデスを排斥した愚を嘆き、彼の生存に微かな望みを託すが、三十人政権やスパルタ側も彼の危険性を警戒し、本国の密命を受けたリュサンドロスによって彼の抹殺が企てられる。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§38.1

Ἀθηναῖοι δὲ χαλεπῶς μὲν ἔφερον καὶ τῆς ἡγεμονίας ἀποστερηθέντες· ἐπεὶ δὲ καὶ τὴν ἐλευθερίαν ἀφελόμενος αὐτῶν ὁ Λύσανδρος ἀνδράσι τριάκοντα παρέδωκε τὴν πόλιν, οἷς οὐκ ἐχρήσαντο σώζεσθαι δυνάμενοι λογισμοῖς,1 ἀπολωλότων ἤδη τῶν πραγμάτων, συνίεσαν, ὀλοφυρόμενοι καὶ διεξιόντες τὰς ἁμαρτίας αὑτῶν καὶ ἀγνοίας, ὧν μεγίστην ἐποιοῦντο τὴν δευτέραν πρὸς Ἀλκιβιάδην ὀργήν.

アテナイ人は覇権を奪われただけでも耐え難く思っていたが、リュサンドロスが彼らから自由をも奪い、三十人政権に市を委ねるや、もはや事態が破滅したあとで、自分たちが救われ得た時に用いなかった思慮を悟り、自らの誤りと無知を嘆き並べ立てた。その中でも最大の過ちとしたのが、アルキビアデスに対する二度目の怒りであった。

§38.2

ἀπερρίφη γὰρ οὐδὲν ἀδικῶν αὐτός, ἀλλʼ ὑπηρέτῃ χαλεπήναντες ὀλίγας ἀποβαλόντι ναῦς αἰσχρῶς, αἴσχιον αὐτοὶ τὸν κράτιστον καὶ πολεμικώτατον ἀφείλοντο τῆς πόλεως στρατηγόν. ἔτι δʼ οὖν ὅμως ἐκ τῶν παρόντων ἀνέφερέ τις ἐλπὶς ἀμυδρὰ μὴ παντάπασιν ἔρρειν τὰ πράγματα2 τῶν Ἀθηναίων Ἀλκιβιάδου περιόντος· οὔτε γὰρ πρότερον ἠγάπησε φεύγων ἀπραγμόνως ζῆν καὶ μεθʼ ἡσυχίας, οὔτε νῦν, εἰ τὰ καθʼ ἑαυτὸν ἱκανῶς ἔχει, περιόψεται Λακεδαιμονίους ὑβρίζοντας καὶ τοὺς τριάκοντα παροινοῦντας.

というのも、彼自身は何ら不正を働いていなかったのに退けられたのであり、むしろ一人の部下が少数の船を不面目にも失ったことに腹を立て、彼ら自身がより不面目にも、市にとって最強かつ最も戦巧者たる将軍を奪ってしまったからである。それでもなお、現況の中から、アルキビアデスが生存している限りアテナイ人の国運は完全に滅び去ったわけではないというかすかな希望が湧き上がった。彼は以前にも亡命中に無為平穏に暮らすことに甘んじたことはなかったし、今も、身辺の安全が十分に整えば、スパルタ人が傲慢に振る舞い、三十人が狼藉を働くのを座視することはないはずだからである。

§38.3

ταῦτα δʼ οὐκ ἦν ἄλογον οὕτως ὀνειροπολεῖν τοὺς πολλούς, ὁπότε καὶ τοῖς τριάκοντα φροντίζειν ἐπῄει καὶ διαπυνθάνεσθαι καὶ λόγον ἔχειν πλεῖστον ὧν ἐκεῖνος ἔπραττε καὶ διενοεῖτο. τέλος δὲ Κριτίας ἐδίδασκε Λύσανδρον ὡς Ἀθηναίων οὐκ ἔστι δημοκρατουμένων ἀσφαλῶς ἄρχειν Λακεδαιμονίοις τῆς Ἑλλάδος·

民衆がこのように夢想することもあながち理不尽ではなかった。三十人政権の側でも、彼が何をなし、何を企てているかを懸念し、探りを入れ、最大の関心を払う気になっていたからである。ついにクリティアスはリュサンドロスに対し、アテナイ人が民主政のもとにある限りスパルタ人がギリシアを安全に支配することは不可能であると説いた。

§38.4

Ἀθηναίους δέ, κἂν πρᾴως πάνυ καὶ καλῶς πρὸς ὀλιγαρχίαν ἔχωσιν, οὐκ ἐάσει ζῶν Ἀλκιβιάδης ἀτρεμεῖν ἐπὶ τῶν καθεστώτων. οὐ μὴν ἐπείσθη γε πρότερον τούτοις ὁ Λύσανδρος ἢ παρὰ τῶν οἴκοι τελῶν σκυτάλην ἐλθεῖν3 κελεύουσαν ἐκ ποδῶν ποιήσασθαι τὸν Ἀλκιβιάδην, εἴτε κἀκείνων φοβηθέντων τὴν ὀξύτητα καὶ μεγαλοπραγμοσύνην τοῦ ἀνδρός, εἴτε τῷ Ἄγιδι χαριζομένων.

そして、たとえアテナイ人が極めて平穏従順に寡頭政に従っているとしても、アルキビアデスが生きている限り、現体制のもとで彼らをじっとさせておくことはないだろうと述べた。もっともリュサンドロスは、本国の政庁からアルキビアデスを抹殺せよと命じるスクュタレー(暗号杖)が届くまでは、これらの言葉に説得されなかった。本国の要人たちもまた、あの男の機敏さと大事業に手を染める性質を恐れたのか、あるいはアギスに歓心を買おうとしたのであろう。

構文注3 件
  1. 38.1οἷς οὐκ ἐχρήσαντο σώζεσθαι δυνάμενοι λογισμοῖς

    先行詞 λογισμοί が関係節内に引き込まれた倒置(先行詞同化)構文。主節の動詞 συνίεσαν(理解した、悟った)の目的語に相当する語句が、関係詞 οἷς を伴って節頭に現れている。構造としては συνίεσαν (τούτους τοὺς) λογισμούς, οἷς οὐκ ἐχρήσαντο(彼らが救われ得た時に用いなかった思慮を悟った)と解釈する。

  2. 38.2ἀνέφερέ τις ἐλπὶς ἀμυδρὰ μὴ παντάπασιν ἔρρειν τὰ πράγματα

    自動詞用法として機能する ἀναφέρω(湧き上がる、持ち直す)を述語とし、主語は τις ἐλπὶς ἀμυδρά(かすかな希望)。名詞 ἐλπίς に続く不定詞節に否定辞 μή が伴うのは、希求・期待に伴う否定または危惧(「完全に滅びてしまってはいない」という否定的内容への期待)を表す古典ギリシア語の慣用表現である。

  3. 38.4οὐ μὴν ἐπείσθη γε πρότερον τούτοις ὁ Λύσανδρος ἢ παρὰ τῶν οἴκοι τελῶν σκυτάλην ἐλθεῖν

    否定語を伴う πρότερον ... ἤ(〜する以前には…ない、すなわち「〜して初めて…する」)の構文で、ἤ の後に不定詞 ἐλθεῖν とその意味上の主語 σκυτάλην が続く。ここでは「本国政庁からスクュタレー(暗号杖)が到着するまでは、リュサンドロスはこれらの説得に応じなかった」という時間的前後関係を示す。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0007.tlg015.humanitext-grc2:38.1-38.4