- 底本
- Plutarch. Plutarch's Lives, Vol. II. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg011.humanitext-grc2:34.1-34.5
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
多くの歴史家が伝える別説として、カミルスが老齢の市民を動員して敵の背後を突き、山風を利用した火攻めによってラティウム・ウォルスキ連合軍の木造陣営を焼き払って壊滅させた経緯が語られる。
τὸν δʼ ἕτερον λόγον οἱ πλεῖστοι τῶν συγγραφέων δοκιμάζοντες οὕτω λέγουσιν. ἀποδειχθεὶς δικτάτωρ τὸ τρίτον ὁ Κάμιλλος καὶ πυθόμενος τὸ μετὰ τῶν χιλιάρχων στράτευμα πολιορκούμενον ὑπὸ τῶν Λατίνων καὶ τῶν Οὐολούσκων, ἠναγκάσθη καὶ τοὺς οὐκ ἐν ὥρᾳ τῶν πολιτῶν, ἀλλʼ ἤδη παρηβηκότας καθοπλίσαι.
しかし、大半の歴史家たちが支持するもう一つの説では、次のように語られている。カミルスは三度目の独裁官に任命され、軍事護民官たちの率いる軍勢がラティウム人とウォルスキ人に包囲されていると知ると、市民のうち兵役に適した年齢ではない、すでに盛りを過ぎた者たちまで武装させざるを得なくなった。
περιελθὼν δὲ μακρὰν περίοδον περὶ τὸ Μάρκιον ὄρος καὶ λαθὼν τοὺς πολεμίους ἵδρυσε τὴν στρατιὰν κατόπιν αὐτῶν, καὶ πυρὰ πολλὰ καύσας διεσήμηνε τὴν ἑαυτοῦ παρουσίαν. οἱ μὲν οὖν πολιορκούμενοι θαρρήσαντες ἐπιέναι διενοοῦντο καὶ μάχην συνάπτειν·
そしてマルキウス山の周りを大きく迂回して敵に気づかれることなく背後に軍を配置し、多くの篝火を焚いて自らの到着を知らせた。そこで包囲されていた者たちは勇気を得て、討って出て交戦しようと考えた。
οἱ δὲ Λατῖνοι καὶ Οὐολοῦσκοι συστείλαντες εἴσω τοῦ χάρακος ἑαυτούς ἀπεσταύρουν ξύλοις πολλοῖς καὶ διεφράγνυντο πανταχόθεν τὸ στρατόπεδον, ἀμφίβολοι γεγονότες ὑπὸ τῶν πολεμίων1 καὶ περιμένειν ἐγνωκότες ἑτέραν οἴκοθεν δύναμιν, ἅμα δὲ καὶ Τυρρηνῶν προσδεχόμενοι βοήθειαν. τοῦτο δʼ αἰσθόμενος ὁ Κάμιλλος καὶ δεδοικὼς παθεῖν ὅπερ ἐποίησεν αὐτὸς τοὺς πολεμίους κυκλωσάμενος2 ἔσπευδε προλαβεῖν τὸν καιρόν.
これに対してラティウム人とウォルスキ人は防壁の内側に引きこもり、多くの木材で杭を打ち立てて陣営を四方から塞いだ。彼らは敵から前後を挟まれる形となり、本国から別の軍勢が来るのを待つことに決め、同時にエトルリア人の救援も期待していたからである。カミルスはこれに気づき、自らが敵を包囲してなしたことと同じ目に遭うのではないかと恐れ、先手を打って機を制しようと急いだ。
ὄντος δὲ τοῦ περιφράγματος ξυλίνου καὶ πνεύματος μεγάλου κατιόντος ἀπὸ τῶν ὀρῶν ἅμα φάει, πυροβόλα παρασκευασάμενος καὶ περὶ τὸν ὄρθρον ἐξαγαγὼν τὴν δύναμιν τοὺς μὲν ἄλλους ἐκέλευσε χρῆσθαι βέλεσι καὶ κραυγῇ καθʼ ἕτερον μέρος, αὐτὸς δὲ τοὺς τὸ πῦρ ἀφήσειν μέλλοντας ἔχων ὅθεν εἰώθει μάλιστα προσπίπτειν ὁ ἄνεμος τῷ χάρακι τῶν πολεμίων ἀνέμενε τὴν ὥραν. ἐπεὶ δὲ συνεστώσης τῆς μάχης ὅ τε ἥλιος ἀνῄει καὶ τὸ πνεῦμα λαμπρὸν ἐξέπιπτε, σημήνας ἐπιδρομὴν κατέσπειρε τοῦ χάρακος ἄφθονα τῶν πυροβόλων.3
防御柵が木造であり、夜明けとともに山から強い風が吹き下りてくることから、彼は火矢などの発火具を用意し、明け方近くに軍勢を繰り出すと、他の部隊には別の側から射撃と叫び声を浴びせるよう命じ、自らは火を放つ任務を担う兵たちを率いて、風が敵の防壁に向かって最も強く吹きつけるのが常であった場所に陣取り、その時を待った。戦闘が始まって太陽が昇り、激しい風が吹きつけると、突撃の合図を送り、陣地の防壁に向かって火矢を大量に浴びせかけた。
ταχὺ δὲ τῆς φλογὸς ἐν ὕλῃ πυκνῇ καὶ σταυρώμασι ξυλίνοις ἀνατραφείσης καὶ κύκλῳ περινεμομένης, οὐδὲν ἄκος οὐδὲ σβεστήριον ἔχοντες οἱ Λατῖνοι παρεσκευασμένον, ὡς πλῆρες ἦν ἤδη τὸ στρατόπεδον πυρός, ἐπʼ ὀλίγον συστελλόμενοι τόπον ἐξέπιπτον ὑπʼ ἀνάγκης πρὸς ὡπλισμένους καὶ παρατεταγμένους πρὸ τοῦ χάρακος τοὺς πολεμίους, καὶ τούτων μὲν ὀλίγοι διέφυγον, τοὺς δὲ καταλειφθέντας ἐν τῷ στρατοπέδῳ πάντας διέφθειρε τὸ πῦρ, μέχρι οὗ κατασβέσαντες οἱ Ῥωμαῖοι τὰ χρήματα διήρπασαν.
炎は密集した木材と木製の杭垣によって急速に勢いを増し、四方に燃え広がった。ラティウム人たちは何の備えも消火の手段も持たず、陣営がすでに火で満たされると、狭い場所に追い詰められ、やむなく防壁の前で武装し隊列を整えていた敵の前に飛び出していった。そして彼らのうち逃れ得た者はわずかであり、陣営内に取り残された者たちは全員火災によって命を落とした。その後、ローマ人たちは火を消し止め、戦利品を略奪した。
- 34.3ἀμφίβολοι γεγονότες ὑπὸ τῶν πολεμίων
形容詞 ἀμφίβολος は「挟撃された」「両側から攻められた」の意。形容詞でありながら、前置詞句 ὑπὸ τῶν πολεμίων を伴うことで受動構文と同様に動作主(包囲されていた護民官軍と背後に現れたカミルス軍の両者)を示している。
- 34.3ὅπερ ἐποίησεν αὐτὸς τοὺς πολεμίους κυκλωσάμενος
動詞 ποιέω が対格代名詞 ὅπερ と対格名詞 τοὺς πολεμίους を取る二重対格構文。「自らが敵を取り囲んで(敵に対して)行ったこと」の意。パトス(受動・被災)を表す παθεῖν との対比で、能動的になした仕打ち(包囲)を指す。
- 34.4κατέσπειρε τοῦ χάρακος ἄφθονα τῶν πυροβόλων
合成動詞 κατέσπειρε(上に蒔く、撒き散らす)が目標地点・投下先として属格 τοῦ χάρακος を取り、直接目的語として数量表現 ἄφθονα τῶν πυροβόλων(部分属格を伴う中性複数対格句「大量の火器/発火弾」)を従えている。
