- 底本
- Plutarch. Plutarch's Lives, Vol. II. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg011.humanitext-grc2:33.1-33.7
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
都市再建の最中に諸部族の侵攻を受け、カミルスが三度目の独裁官となる。著者は女奴隷トゥトゥラの計略によって敵を撃破した伝説と、そこから生じた祝祭ノーナエ・カプラティナエの二つの起源説を記述する。
οὔπω δὲ τῆς Περὶ ταῦτα πεπαυμένοις ἀσχολίας αὐτοῖς ἐπιπίπτει πόλεμος,1 Αἰκανῶν μὲν ἅμα καὶ Οὐολούσκων καὶ Λατίνων εἰς τὴν χώραν ἐμβαλλόντων, Τυρρηνῶν δὲ πολιορκούντων Σούτριν, συμμαχίδα Ῥωμαίων πόλιν. ἐπειδὴ δʼ οἱ τὴν ἡγεμονίαν ἔχοντες χιλίαρχοι στρατοπεδευσάμενοι Περὶ τὸ Μάρκιον ὄρος ὑπὸ τῶν Λατίνων ἐπολιορκοῦντο καὶ κινδυνεύοντες ἀποβαλεῖν τὸ στρατόπεδον εἰς Ῥώμην ἔπεμψαν ἀποδείκνυται τὸ τρίτον Κάμιλλος δικτάτωρ·
彼らがこれらの事柄をめぐる多忙からまだ解放されていなかったとき、戦争が突如襲いかかった。エークウィ族、ウォルスキ族、ラティウム人が同時に領内へ侵入し、他方エトルリア人はローマ人の同盟市ストリウムを包囲したのである。指揮権を持つ軍事護民官たちがマルキウス山の付近に陣を敷いたもののラティウム軍に包囲され、陣営を失う危機に瀕してローマへ急使を送ったため、カミルスが三度目の独裁官に任命された。
περὶ τούτου τοῦ πολέμου διττοὶ λόγοι λέγονται· δίειμι δὲ τὸν μυθώδη πρότερον. φασὶ τοὺς Λατίνους, εἴτε προφάσει χρωμένους εἴτε βουλομένους ὡς ἀληθῶς ἀναμίξασθαι τὰ γένη πάλιν ἐξ ὑπαρχῆς, πέμψαντας αἰτεῖν παρὰ τῶν Ῥωμαίων παρθένους ἐλευθέρας γυναῖκας, ἀπορούντων δὲ τῶν Ῥωμαίων, τί χρὴ ποιεῖν καὶ γὰρ τὸν πόλεμον ὠρρώδουν οὔπω καθεστῶτες οὐδʼ ἀνειληφότες αὑτούς, καὶ τὴν αἴτησιν τῶν γυναικῶν ὑπώπτευον ἐξομήρευσιν εἶναι, τοῦ δʼ εὐπρεποῦς χάριν ἐπιγαμίαν καλεῖσθαι, θεραπαινίδα τοὔνομα Τουτούλαν, ὡς δʼ ἔνιοι λέγουσι, Φιλωτίδα τοῖς ἄρχουσι παραινέσαι2 πέμπειν σὺν αὐτῇ τῶν δμωίδων τὰς ἐν ὥρᾳ μάλιστα καὶ ταῖς ὄψεσιν ἐλευθερίους, κοσμήσαντας ὡς νύμφας εὐγενεῖς, τὰ λοιπὰ δʼ αὐτῇ μελήσειν. πεισθέντας δὲ τοὺς ἄρχοντας ἐπιλέξασθαι τῶν θεραπαινίδων ὅσας ἐκείνη πρὸς τὴν χρείαν ἐδοκίμασε, καὶ κοσμήσαν· τὰς ἐσθῆτι καὶ χρυσῷ παραδοῦναι τοῖς Λατίνοις οὐ πάνυ πόρρω τῆς πόλεως στρατοπεδεύουσι.
この戦争については二通りの説が語られているが、まず伝奇的な方の説を述べることにしよう。それによると、ラティウム人は口実を設けたのか、あるいは真実初めから再び家系を混淆することを望んだのか、ローマ人に使者を送って自由民の処女たちを妻として要求したという。まだ体勢が整わず立ち直ってもいなかったローマ人たちは、戦争を恐れるとともに、女性たちの要求は人質を取ることであって、世間体を繕うために婚姻と称しているのではないかと疑い、どうすべきか途方に暮れた。そのとき、名をトゥトゥラ、あるいはある人々によればフィロティスという女奴隷が政務官たちに助言し、自分とともに女奴隷たちの中で最も年頃で容姿の気品ある者たちを選び、高貴な花嫁のように装わせて送り出すべきであり、あとのことは自分が引き受けると言った。政務官たちは納得して、彼女がこの用に適していると認めただけの女奴隷を選び出し、衣服と黄金で装わせたうえで、都市からさほど遠くない場所に宿営していたラティウム軍に引き渡した。
νύκτωρ δὲ τὰς μὲν ἄλλας ὑφελέσθαι τὰ ἐγχειρίδια τῶν πολεμίων, τὴν δʼ εἴτε Τουτούλαν εἴτε Φιλωτίδα προσβᾶσαν ἐρινεῷ μεγάλῳ καὶ παρατείνασαν ὀπίσω τὸ ἱμάτιον ἆραι πυρσὸν εἰς τὴν Ῥώμην, ὥσπερ ἦν συγκείμενον αὐτῇ πρὸς τοὺς ἄρχοντας, οὐδενὸς ἄλλου τῶν πολιτῶν εἰδότος. διʼ ὃ καὶ θορυβώδη γενέσθαι τὴν τῶν στρατιωτῶν ἔξοδον, ὡς κατήπειγον οἱ ἄρχοντες, ἀλλήλους ἀνακαλούντων καὶ μόλις εἰς τὴν τάξιν καθισταμένων, ἐπελθόντας δὲ τῷ χάρακι τῶν πολεμίων οὐ προσδεχομένων καὶ καθευδόντων ἑλεῖν τὸ στρατόπεδον καὶ διαφθεῖραι τοὺς πλείστους.
夜になると、他の女奴隷たちは敵の短剣をひそかに抜き取り、トゥトゥラ(あるいはフィロティス)は大きな野性イチジクの木に登って上着を背後へと広げ、ローマに向けて松明を掲げた。これは彼女があらかじめ政務官たちと取り決めていた通りであり、市民の中では他の誰も知らなかった。そのため兵士たちの出撃は、政務官たちが急き立てるままに互いを大声で呼び交わし、ようやく隊列を組むといった騒然たるものとなったが、不意を突かれ眠り込んでいた敵の防壁を急襲して陣営を奪取し、その大半を討ち果たした。
τοῦτο δὲ γενέσθαι ταῖς νῦν Ἰουλίαις, τότε δὲ Κυϊντιλίαις νώναις, καὶ τὴν ἀγομένην ἑορτὴν ὑπόμνημα τῆς πράξεως ἐκείνης εἶναι, πρῶτον μὲν γὰρ ἐξιόντες ἀθρόοι διὰ τῆς πύλης πολλὰ τῶν ἐπιχωρίων καὶ κοινῶν ὀνομάτων βοῇ φθέγγονται, Γάιον, Μᾶρκον, Λούκιον καὶ τὰ τούτοις ὅμοια, μιμούμενοι τὴν τότε γενομένην μετὰ σπουδῆς ἀλλήλων ἀνάκλησιν·
そしてこの事件は、現在の7月、当時のクインクティリス月のノーナエの日に起きたのであり、今催されている祝祭はこの出来事の記念であるという。実際、まず人々は門を通って一団となって出て行きながら、ガイウス、マルクス、ルキウスなど、この土地でよく使われるありふれた名を大声で叫ぶが、これは当時のあわただしい互いの呼び交わしを模倣しているのである。
ἔπειτα κεκοσμημέναι λαμπρῶς αἱ θεραπαινίδες περιίασι παίζουσαι διὰ σκωμμάτων εἰς τοὺς ἀπαντῶντας, γίνεται δὲ καὶ μάχη τις αὐταῖς πρὸς ἀλλήλας, ὡς καὶ τότε τοῦ πρὸς τοὺς Λατίνους ἀγῶνος συνεπιλαμβανομέναις. ἑστιώμεναι δὲ καθέζονται κλάδοις συκῆς σκιαζόμεναι· καὶ τὴν ἡμέραν νώνας Καπρατίνας καλοῦσιν, ὡς οἴονται διὰ τὸν ἐρινεόν, ἀφʼ οὗ τὴν παιδίσκην τὸν πυρσὸν ἆραι·3 τὸν γὰρ ἐρινεὸν καπρίφικον ὀνομάζουσιν.
次いで、華麗に装った女奴隷たちが往来し、行き交う人々に冗談を浴びせてからかい、さらには彼女たち同士の間で取っ組み合いも行われるが、これも当時ラティウム人との戦いに加勢したことを表している。彼女たちは宴を張り、イチジクの枝の陰に腰掛ける。そして人々はこの日をノーナエ・カプラティナエと呼ぶが、それはかの下女が松明を掲げた野性イチジクの木にちなむと考えられている。なぜなら彼らは野性イチジクをカプリフィクスと呼ぶからである。
ἕτεροι δὲ τούτων τὰ πλεῖστα δρᾶσθαι καὶ λέγεσθαί φασιν ἐπὶ τῷ τοῦ Ῥωμύλου πάθει· κατὰ ταύτην γὰρ ἀφανισθῆναι τὴν ἡμέραν αὐτὸν ἔξω πύλης, ζόφου καὶ θυέλλης ἄφνω περισχούσης, ὡς δʼ ἔνιοι νομίζουσιν, ἐκλείψεως ἡλίου γενομένης, καὶ τὴν ἡμέραν ἀπὸ τοῦ τόπου νώνας Καπρατίνας κληθῆναι, τὴν γὰρ αἶγα κάπραν ὀνομάζουσιν ὁ δὲ Ῥωμύλος ἠφανίσθη δημηγορῶν Περὶ τὸ τῆς αἰγὸς ἕλος προσαγορευόμενον, ὡς ἐν τοῖς Περὶ ἐκείνου γέγραπται.
しかし他の人々は、これらのことの大部分はロムルスの身に起きた出来事に関して行われ、また語られているのだと言う。なぜなら彼はこの日、門の外で突然の暗雲と嵐が取り巻いた中で姿を消したからであり(ある人々は日食が起きたと考えている)、この日はその場所にちなんでノーナエ・カプラティナエと呼ばれたのだという。なぜなら彼らは山羊をカプラと呼ぶのであり、ロムルスは「山羊の沼」と呼ばれる場所の周りで民衆に演説している最中に姿を消したからである。このことは彼に関する伝記に記されている通りである。
- 33.1οὔπω δὲ τῆς Περὶ ταῦτα πεπαυμένοις ἀσχολίας αὐτοῖς ἐπιπίπτει πόλεμος
与格の分詞句「πεπαυμένοις ... αὐτοῖς」は動詞「ἐπιπίπτει」に係る利害の与格(または関係の与格)であり、独立属格構文ではなく主動詞と直結した構文。ローマ人たち(αὐτοῖς)がまだ復興事業(ταῦτα)に忙殺されている最中に戦争が襲いかかったことを示す。
- 33.3θεραπαινίδα τοὔνομα Τουτούλαν, ὡς δʼ ἔνιοι λέγουσι, Φιλωτίδα τοῖς ἄρχουσι παραινέσαι
前の文の「φασὶ」(33.2)に支配される対格不定詞構文の本動詞。「φασί」から本節の「παραινέσαι」に至るまで、「ἀπορούντων δὲ τῶν Ῥωμαίων...」という長い独立属格節と理由節が挟まれており、構文の主骨格は「φασὶ ... θεραπαινίδα ... παραινέσαι」(女奴隷が政務官たちに進言したと人々は言う)となる。
- 33.6ἀφʼ οὗ τὴν παιδίσκην τὸν πυρσὸν ἆραι
間接話法(伝聞・推測)の文脈が関係節「ἀφʼ οὗ」の中にまで及んで、直説法ではなく対格不定詞構文(「τὴν παιδίσκην ... ἆραι」)が用いられている用法(従属節内における不定詞構文)。
