← プルタルコス

テミストクレス伝

§26.1-26.4

ニコゲネスのもとへの潜伏とペルシアへの密送

キュメに上陸したテミストクレスは追っ手を逃れてアイガイのニコゲネスのもとに身を隠し、神託的な夢を見た後、厳重に遮蔽された婦人用馬車に隠れてペルシア奥地へと護送される。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§26.1

ἐπεὶ δὲ κατέπλευσεν εἰς Κύμην καὶ πολλοὺς ᾔσθετο τῶν ἐπὶ θαλάττῃ παραφυλάττοντας αὐτὸν λαβεῖν, μάλιστα δὲ τοὺς περὶ Ἐργοτέλη καὶ Πυθόδωρον (ἦν γὰρ ἡ θήρα λυσιτελὴς τοῖς τὸ κερδαίνειν ἀπὸ παντὸς ἀγαπῶσι, διακοσίων ἐπικεκηρυγμένων αὐτῷ ταλάντων ὑπὸ τοῦ βασιλέως), ἔφυγεν εἰς Αἰγάς, Αἰολικὸν πολισμάτιον, ὑπὸ πάντων ἀγνοούμενος πλὴν τοῦ ξένου Νικογένους, ὃς Αἰολέων πλείστην οὐσίαν ἐκέκτητο καὶ τοῖς ἄνω δυνατοῖς γνώριμος ὑπῆρχε.

キュメに入港したテミストクレスは、沿岸の者たちの多くが自分を捕らえようと待ち伏せていることを知った。とりわけエルゴテレスやピュトドロスの一味であった(王から彼に対して二百タラントンの賞金が懸けられていたため、いかなる手段からでも利益を得ることを愛する者たちにとって、この狩りは実入りの良いものだったからである)。そこで彼はアイガイというアイオリスの小町へと逃れ、アイオリス人で最大の富を有し、内陸の権力者たちとも懇意にしていた逗留先主人ニコゲネスを除いて、誰にも知られずにいた。

§26.2

παρὰ τούτῳ κρυπτόμενος ἡμέρας ὀλίγας διέτριψεν· εἶτα μετὰ τὸ δεῖπνον ἐκ θυσίας τινος Ὄλβιος ὁ τῶν τέκνων τοῦ Νικογένους παιδαγωγὸς ἔκφρων γενόμενος καὶ θεοφόρητος ἀνεφώνησεν ἐν μέτρῳ ταυτί· "νυκτὶ φωνήν, νυκτὶ βουλήν, νυκτὶ τὴν νίκην δίδου." Καὶ μετὰ ταῦτα κοιμηθεὶς ὁ Θεμιστοκλῆς ὄναρ ἔδοξεν ἰδεῖν δράκοντα κατὰ τῆς γαστρὸς αὐτοῦ περιελιττόμενον καὶ προσανέρποντα τῷ τραχήλῳ·

彼のもとに身を隠して数日を過ごしたのち、何かの犠牲祭のあとの夕食を終えると、ニコゲネスの子らの養育係であったオルビオスが理性を失って神憑りとなり、韻律に合わせて次のように叫んだ。 「夜に声を、夜に議を、夜に勝利を与えよ」これを聞いた後に眠りに就いたテミストクレスは、夢の中で一匹の蛇が自分の腹の周りに巻きつき、首へと這い上がってくるのを見たように思われた。

§26.3

γενόμενον δʼ ἀετόν, ὡς ἥψατο τοῦ προσώπου, περιβαλόντα τὰς πτέρυγας ἐξᾶραι καὶ κομίζειν πολλὴν ὁδόν, εἶτα χρυσοῦ τινὸς κηρυκείου φανέντος, ἐπὶ τούτου στῆσαι βεβαίως αὐτὸν ἀμηχάνου δείματος καὶ ταραχῆς ἀπαλλαγέντα.1 πέμπεται δʼ οὖν ὑπὸ τοῦ Νικογένους μηχανησαμένου τι τοιόνδε. τοῦ βαρβαρικοῦ γένους τὸ πολὺ καὶ μάλιστα τὸ Περσικὸν εἰς ζηλοτυπίαν τὴν περὶ τὰς γυναῖκας ἄγριον φύσει καὶ χαλεπόν ἐστιν.

そしてそれが顔に触れると鷲に変わり、翼で包み込んで自分を抱え上げて遥かな道のりを運び、次いで金色のヘルメスの杖が現れると、その上に自分をしっかりと立たせ、堪えがたい恐怖と動揺から解放してくれたのだった。ともあれ、彼は次のような策略をめぐらせたニコゲネスによって送り出されることになった。蛮族の大部分、とりわけペルシア人は、女に関する嫉妬においては生まれつき獰猛で容赦がない。

§26.4

οὐ γὰρ μόνον τὰς γαμετάς, ἀλλὰ καὶ τὰς ἀργυρωνήτους καὶ παλλακευομένας ἰσχυρῶς παραφυλάττουσιν, ὡς ὑπὸ μηδενὸς ὁρᾶσθαι τῶν ἐκτός, ἀλλʼ οἴκοι μὲν διαιτᾶσθαι κατακεκλεισμένας, ἐν δὲ ταῖς ὁδοιπορίαις ὑπὸ σκηνὰς κύκλῳ περιπεφραγμένας ἐπὶ τῶν ἁρμαμαξῶν ὀχεῖσθαι τοιαύτης τῷ Θεμιστοκλεῖ κατασκευασθείσης ἀπήνης καταδὺς ἐκομίζετο, τῶν περὶ αὐτὸν ἀεὶ τοῖς ἐντυγχάνουσι καὶ πυνθανομένοις λεγόντων, ὅτι γύναιον Ἑλληνικὸν ἄγουσιν ἀπʼ Ἰωνίας πρός τινα τῶν ἐπὶ θύραις βασιλέως.2

彼らは正妻のみならず、金で買い取られた女奴隷や側室たちをも厳重に監視し、〔彼女たちが〕外部の誰からも見られず、むしろ家の中では閉じ込められて暮らし、旅路においては四方を覆い布で囲まれた天幕の下で馬車に乗って移動するようにしているからである。テミストクレスのためにそのような馬車が仕立てられると、彼はその中に身を潜めて運ばれ、同行者たちは出くわして尋ねてくる者たちに対し、王の宮廷高官の一人のもとへイオニアからギリシア人の小娘を連れて行くところだと常に告げていた。

構文注2 件
  1. 26.3γενόμενον δʼ ἀετόν, ὡς ἥψατο τοῦ προσώπου, περιβαλόντα τὰς πτέρυγας ἐξᾶραι καὶ κομίζειν πολλὴν ὁδόν, εἶτα χρυσοῦ τινὸς κηρυκείου φανέντος, ἐπὶ τούτου στῆσαι βεβαίως αὐτὸν ἀμηχάνου δείματος καὶ ταραχῆς ἀπαλλαγέντα.

    直前の ἔδοξεν ἰδεῖν(見たように思われた)に連なる対格不定詞構文。主動詞としての不定詞 ἐξᾶραι, κομίζειν, στῆσαι の意味上の主語は、蛇から変化した鷲を表す対格分詞 γενόμενον ἀετόν および περιβαλόντα であり、一方 στῆσαι の目的語はテミストクレス自身を指す αὐτὸν で、これに ἀπαλλαγέντα が一致している。蛇/鷲(対格分詞主語)がテミストクレス(対格目的語)を運んで杖の上に降ろしたという主客関係の整理が必要。

  2. 26.4τῶν ἐπὶ θύραις βασιλέως

    前置詞句 ἐπὶ θύραις(門前にある)が冠詞 τῶν と結びついて「宮廷に仕える者/側近・高官」を意味するペルシア帝国の宮廷用語(直訳は「王の門にいる者たち」)。全体の文脈において宮廷高官宛ての贈り物であるかのように偽装したことを指す。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0007.tlg010.humanitext-grc2:26.1-26.4