- 底本
- Plutarch. Plutarch's Lives, Vol. II. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg010.humanitext-grc2:25.1-25.3
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
プルタルコスはステシンブロトスの説の信憑性を否定し、テオプラストスとトゥキュディデスの記録を引いてテミストクレスのアシア亡命の経緯と財産没収の実態を述べる。
ταῦτα δʼ οὐκ εἰκός ἐστιν οὕτω γενέσθαι. Θεόφραστος γὰρ ἐν τοῖς Περὶ βασιλείας ἱστορεῖ τὸν Θεμιστοκλέα πέμψαντος εἰς Ὀλυμπίαν Ἱέρωνος ἵππους ἀγωνιστὰς καὶ σκηνήν τινα κατεσκευασμένην πολυτελῶς στήσαντος, εἰπεῖν ἐν τοῖς Ἕλλησι λόγον, ὡς χρὴ τὴν σκηνὴν διαρπάσαι τοῦ τυράννου καὶ κωλῦσαι τοὺς ἵππους ἀγωνίσασθαι.
しかし、これらのことがこのように起こったとは考えにくい。なぜならテオプラストスは『王制について』の中で、ヒエロンがオリュンピアへ競技用の馬を送り、豪華に設えられた天幕を張った際、テミストクレスがギリシア人たちの前で、僭主の天幕を略奪し、その馬が競技に参加するのを妨げるべきだという演説を行ったと伝えているからである。
Θουκυδίδης δέ φησι καὶ πλεῦσαι αὐτὸν ἐπὶ τὴν ἑτέραν καταβάντα θάλασσαν ἀπὸ Πύδνης, οὐδενὸς εἰδότος ὅστις εἴη τῶν πλεόντων, μέχρι οὗ πνεύματι τῆς ὁλκάδος εἰς Νάξον καταφερομένης ὑπὸ Ἀθηναίων πολιορκουμένην τότε φοβηθεὶς ἀναδείξειεν ἑαυτὸν τῷ τε ναυκλήρῳ καὶ τῷ κυβερνήτῃ, καὶ τὰ μὲν δεόμενος, τὰ δʼ ἀπειλῶν καὶ λέγων, ὅτι κατηγορήσοι καὶ καταψεύσοιτο πρὸς τοὺς Ἀθηναίους, ὡς οὐκ ἀγνοοῦντες, ἀλλὰ χρήμασι πεισθέντες ἐξ ἀρχῆς, ἀναλάβοιεν αὐτόν,1 οὕτως ἀναγκάσειε2 παραπλεῦσαι καὶ λαβέσθαι τῆς Ἀσίας.
一方トゥキュディデスは、彼がピュドナから別の海へと下って船出したと述べている。航海中、彼が誰であるかを知る者は乗船者のうち誰もいなかったが、船が風によって、当時アテナイ人に包囲されていたナクソス島へと吹き流されたため、彼は恐れて船主と船長に自らの正体を明かし、ある時は哀願し、ある時は脅して、お前たちが事情を知らなかったのではなく、最初から金に説得されて自分を船に乗せたのだとアテナイ人たちに告発し嘘をでっち上げるぞと言い、こうして航路を迂回させてアシアに到達させたのだという。
τῶν δὲ χρημάτων αὐτῷ πολλὰ μὲν ὑπεκκλαπέντα διὰ τῶν φίλων εἰς Ἀσίαν ἔπλει· τῶν δὲ φανερῶν γενομένων καὶ συναχθέντων εἰς τὸ δημόσιον3 Θεόπομπος μὲν ἑκατὸν τάλαντα, Θεόφραστος δὲ ὀγδοήκοντά φησι γενέσθαι τὸ πλῆθος, οὐδὲ τριῶν ἄξια ταλάντων κεκτημένου τοῦ Θεμιστοκλέους πρὶν ἅπτεσθαι τῆς πολιτείας.
なお、彼の財産のうち多くは友人たちの手でひそかにアシアへと運ばれた。しかし露見して公金に組み入れられたものの総額については、テオポンポスは百タラントン、テオプラストスは八十タラントンであったと述べている。テミストクレスは国政に携わる前には三タラントンに満たない資産しか持っていなかったにもかかわらずである。
- 25.2ὡς οὐκ ἀγνοοῦντες, ἀλλὰ χρήμασι πεισθέντες ἐξ ἀρχῆς, ἀναλάβοιεν αὐτόν
κατηγορήσοι καὶ καταψεύσοιτο(告発し嘘をでっち上げるだろう)の内容を補足する節。主語(船主と船長)に一致する分詞 οὐκ ἀγνοοῦντες, ἀλλὰ χρήμασι πεισθέντες が主格複数で置かれ、動詞 ἀναλάβοιεν は間接話法における主張・告発内容を表す希求法となっている。
- 25.2μέχρι οὗ πνεύματι τῆς ὁλκάδος εἰς Νάξον καταφερομένης ὑπὸ Ἀθηναίων πολιορκουμένην τότε φοβηθεὶς ἀναδείξειεν ἑαυτὸν τῷ τε ναυκλήρῳ καὶ τῷ κυβερνήτῃ, καὶ τὰ μὲν δεόμενος, τὰ δʼ ἀπειλῶν καὶ λέγων, ὅτι κατηγορήσοι καὶ καταψεύσοιτο πρὸς τοὺς Ἀθηναίους, ὡς οὐκ ἀγνοοῦντες, ἀλλὰ χρήμασι πεισθέντες ἐξ ἀρχῆς, ἀναλάβοιεν αὐτόν, οὕτως ἀναγκάσειε
主動詞 φησι に従う過去時制の不定詞 πλεῦσαι に依存する間接話法の中で、時を示す接続詞 μέχρι οὗ(〜するまで)に導かれる節の動詞 ἀναδείξειεν およびそれに並列される ἀναγκάσειε が斜格希求法となっている。過去の歴史的事実の伝達を間接話法の希求法で表した構文である。
- 25.3τῶν δὲ φανερῶν γενομένων καὶ συναχθέντων εἰς τὸ δημόσιον
前文の τῶν δὲ χρημάτων αὐτῷ πολλὰ μὲν...(財産のうち多くは…)に対応する部分属格で、後続の τὸ πλῆθος(総額)に係る。「公金に回収され露見した財産のうち、その総額は…」という構造をなす。
