← プルタルコス

ソロン伝

§16.1-16.3

市民の和解とソロンへの国制改革権の委任

ソロンの負債破棄は当初富裕層と貧民双方の不満を招きリュクルゴスの徹底した平等化と比較されたが、市民はやがてその実益を認めて和解し、ソロンに全般的な立法権と国制改革権を委任した。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§16.1

ἤρεσε δʼ οὐδετέροις, ἀλλʼ ἐλύπησε καὶ τοὺς πλουσίους ἀνελὼν τὰ συμβόλαια, καὶ μᾶλλον ἔτι τοὺς πένητας, ὅτι γῆς ἀναδασμὸν οὐκ ἐποίησεν ἐλπίσασιν αὐτοῖς,1 οὐδὲ παντάπασιν, ὥσπερ ὁ Λυκοῦργος, ὁμαλοὺς τοῖς βίοις καὶ ἴσους κατέστησεν. ἀλλʼ ἐκεῖνος μὲν ἑνδέκατος ὢν ἀφʼ Ἡρακλέους καὶ βεβασιλευκὼς ἔτη πολλὰ τῆς Λακεδαίμονος, ἀξίωμα μέγα καὶ φίλους καὶ δύναμιν οἷς ἔγνω καλῶς περὶ τῆς πολιτείας ὑπηρετοῦσαν2 εἶχε, καὶ βίᾳ μᾶλλον ἢ πειθοῖ χρησάμενος, ὥστε καὶ τὸν ὀφθαλμὸν ἐκκοπῆναι, κατειργάσατο τὸ μέγιστον εἰς σωτηρίαν πόλεως καὶ ὁμόνοιαν, μηδένα πένητα μηδὲ πλούσιον εἶναι τῶν πολιτῶν·

しかし彼はどちらの側をも喜ばせることはなく、契約を破棄したことで富裕層を悲嘆させ、土地の再分割を期待していた貧民たちにはそれを行わず、リュクルゴスのように彼らを生活において完全に均等かつ平等にしなかったことで、貧民たちをいっそう失望させた。しかしあちらはヘラクレスから数えて十一代目に当たり、長年ラケダイモンを治めた王であったため、大きな威信と友人たち、そして国政に関して自らが善しと決断した事柄に忠実に奉仕する力を持っており、説得よりもむしろ力を用いたので、片目を抉り出されるほどであったが、市民の誰も貧民でも富裕でもない状態にすることによって、国家の救済と和合に向けて最大の成果を成し遂げたのである。

§16.2

σόλων δὲ τούτου μὲν οὐκ ἐφίκετο τῇ πολιτείᾳ δημοτικὸς ὢν καὶ μέσος, ἐνδεέστερον δὲ τῆς ὑπαρχούσης δυνάμεως οὐδὲν ἔπραξεν, ὁρμώμενος ἐκ μόνου τοῦ βούλεσθαι καὶ πιστεύειν αὐτῷ τοὺς πολίτας. ὅτι δʼ οὖν προσέκρουσε τοῖς πλείστοις ἕτερα προσδοκήσασιν, αὐτὸς εἴρηκε περὶ αὐτῶν, ὡς "χαῦνα μὲν τότʼ ἐφράσαντο, νῦν δέ μοι χολούμενοι λοξὸν ὀφθαλμοῖς ὁρῶσι πάντες ὥστε δήϊον." καίτοι φησὶν ὡς, εἴ τις ἄλλος ἔσχε τὴν αὐτὴν δύναμιν, "οὐκ ἂν κατέσχε δῆμον, οὐδʼ ἐπαύσατο, πρὶν ἀνταράξας, πῖαρ ἐξεῖλεν γάλα.3"

ソロンは庶民派にして中庸な人間であったため、国政においてそこまでは到達し得なかったが、市民たちが望み、かつ自分を信頼してくれることのみを出発点としながらも、現有の力に見合わないほど不十分に振る舞ったわけではなかった。それにしても、別の事柄を期待していた大多数の者たちの反感を買ったことについては、彼らについてソロン自身が述べている。 「あの時はむなしいことを思い巡らしていたが、今や皆私に憤り、 敵に対するかのように横目で睨みつけている。」 もっとも彼は、もし他の者が同じ力を握っていたなら、 「民衆を抑えつけもせず、掻き回して 豊かな乳からクリームを取り去るまでは、やめもしなかっただろう」と述べている。

§16.3

ταχὺ μέντοι τοῦ συμφέροντος αἰσθόμενοι καὶ τὰς ἰδίας αὑτῶν μέμψεις ἀφέντες ἔθυσάν τε κοινῇ, σεισάχθειαν τὴν θυσίαν ὀνομάσαντες, καὶ τὸν Σόλωνα τῆς πολιτείας διορθωτὴν καὶ νομοθέτην ἀπέδειξαν, οὐ τὰ μέν, τὰ δʼ οὐχί, πάντα δʼ ὁμαλῶς ἐπιτρέψαντες, ἀρχάς, ἐκκλησίας, δικαστήρια, βουλάς, καί τίμημα τούτων ἑκάστου καὶ ἀριθμὸν καὶ καιρὸν ὁρίσαι,4 λύοντα καὶ φυλάττοντα τῶν ὑπαρχόντων καὶ καθεστώτων ὅ τι δοκοίη.

しかしながら、やがて人々は有益さに気づき、各自の不満を捨てて共同で犠牲を捧げ、その犠牲を「重荷下ろし」と名づけ、ソロンを国政の改革者および立法者として任命した。一部分だけ委ねて他を委ねないのではなく、官職、民会、法廷、評議会を、そしてこれら各々の資産資格や人員数、時期を定めることを一律にすべて委ね、現存し確立している制度のうち、適当と思われるものを破棄し保持する権限を彼に与えたのである。

構文注4 件
  1. 16.1ἐλπίσασιν αὐτοῖς

    直前の対格 τοὺς πένητας を受ける意味上の主体に対する利害関係または判断主体の与格。「土地の再分割を期待していた彼ら(貧民たち)にとって(それを行わなかったことで)」の意。文法的には ὅτι 節内の述語動詞 οὐκ ἐποίησεν に対する関与者として機能している。

  2. 16.1οἷς ἔγνω καλῶς περὶ τῆς πολιτείας ὑπηρετοῦσαν

    分詞 ὑπηρετοῦσαν は先行する女性名詞 δύναμιν を修飾する。関係代名詞 οἷς は従属節内で ἔγνω(彼は判断した)の目的語となる中性複数対格 ἅ が、先行詞 τούτοις(ὑπηρετέω が支配する与格)の格へと同化・牽引されたか、あるいは先行詞を内包した構文。「彼が国政に関して善しと決断した事柄(τούτοις ἅ)に仕える力」を意味する。

  3. 16.2πρὶν ἀνταράξας, πῖαρ ἐξεῖλεν γάλα

    主節が否定の過去反実仮想(οὐκ ἂν κατέσχε ... οὐδʼ ἐπαύσατο)であるため、πρίν 節には直説法過去(ἐξεῖλεν)が用いられている。また、主節の主語と一致する分詞 ἀνταράξας が πρίν の直後に挿入されて「かき乱した上で〜するまでは」という時間的先行を示す。πῖαρ γάλα は同格的または形容詞的用法で「乳の富(クリーム、脂肪分)」を意味する比喩表現。

  4. 16.3ὁρίσαι

    分詞 ἐπιτρέψαντες(委ねて)に後続する不定詞で、委任の内容・結果を示す(ἐπιτρέπω + 不定詞「〜することを委ねる」)。不定詞 ὁρίσαι の目的語は直前に列挙されている ἀρχάς, ἐκκλησίας, δικαστήρια, βουλάς, καί τίμημα τούτων ἑκάστου καὶ ἀριθμὸν καὶ καιρόν である。文末の分詞 λύοντα καὶ φυλάττοντα は委任された対象である τὸν Σόλωνα を修飾する。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0007.tlg007.humanitext-grc2:16.1-16.3