← プルタルコス

ソロン伝

§15.1-15.7

セイサクテイアの断行と友人らの土地買い占め騒動

ソロンは極端な変革を避けつつ調停的な立法を行い、債務帳消しと人身担保融資の禁止(セイサクテイア)を断行するが、その内容をめぐっては完全破棄か利息・通貨調整かの異説が存在する。また、この改革を事前に漏らされた友人たちによる土地買い占め不正の嫌疑を、自らの債権放棄によって晴らした顛末が語られる。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§15.1

ταῦτα τοὺς πολλοὺς καὶ φαύλους περὶ αὐτοῦ πεποίηκε λέγοντας. οὐ μὴν ἀπωσάμενός γε τὴν τυραννίδα τὸν πρᾳότατον ἐχρήσατο τρόπον τοῖς πράγμασιν, οὐδὲ μαλακῶς οὐδʼ ὑπείκων τοῖς δυναμένοις οὐδὲ πρὸς ἡδονὴν τῶν ἑλομένων ἔθετο τοὺς νόμους· ἀλλʼ ᾗ μὲν ἄριστον ἦν, οὐκ ἐπήγαγεν ἰατρείαν οὐδὲ καινοτομίαν, φοβηθεὶς μὴ συγχέας παντάπασι καὶ ταράξας τὴν πόλιν ἀσθενέστερος γένηται τοῦ καταστῆσαι πάλιν καὶ συναρμόσασθαι πρὸς τὸ ἄριστον·

ソロンはこれらを、多くの下劣な者たちが自分について語る言葉として詩に仕立てた。もっとも、彼は僭主の座を退けたからといって、極めて生ぬるいやり方で政務を執ったわけではなく、軟弱に、あるいは有力者たちに屈服して、あるいは自分を選出してくれた人々の歓心を買うように法を制定することもしなかった。むしろ、最善である事柄については、国を完全に混乱に陥れ動揺させてしまえば、再び秩序を回復して最善の状態へと適合させるには無力になってしまうのではないかと恐れ、改革や刷新を施さなかった。

§15.2

ἃ δὲ καὶ λέγων ἤλπιζε πειθομένοις καὶ προσάγων ἀνάγκην ὑπομένουσι χρήσασθαι, ταῦτʼ ἔπραττεν, ὥς φησιν αὐτός, "ὁμοῦ βίην τε καὶ δίκην συναρμόσας." ὅθεν ὕστερον ἐρωτηθεὶς εἰ τοὺς ἀρίστους Ἀθηναίοις νόμους ἔγραψεν, ὧν ἄν, ἔφη, προσεδέξαντο τοὺς ἀρίστους.1 ἃ δʼ οὖ οἱ νεώτεροι τοὺς Ἀθηναίους λέγουσι τὰς τῶν πραγμάτων δυσχερείας ὀνόμασι χρηστοῖς καὶ φιλανθρώποις ἐπικαλύπτοντας ἀστείως ὑποκορίζεσθαι, τὰς μὲν πόρνας ἑταίρας, τοὺς δὲ φόρους συντάξεις, φυλακὰς δὲ τὰς φρουρὰς τῶν πόλεων, οἴκημα δὲ τὸ δεσμωτήριον καλοῦντας, πρώτου Σόλωνος ἦν, ὡς ἔοικε, σόφισμα τὴν τῶν χρεῶν ἀποκοπὴν σεισάχθειαν ὀνομάσαντος. τοῦτο γὰρ ἐποιήσατο πρῶτον πολίτευμα, γράψας τὰ μὲν ὑπάρχοντα τῶν χρεῶν ἀνεῖσθαι, πρὸς δὲ τὸ λοιπὸν ἐπὶ τοῖς σώμασι μηδένα δανείζειν.

しかし、言葉を尽くせば人々が納得し、強制力を加えれば耐え忍んでくれると期待した事柄については、自ら述べているように、「力と正義を同時に調和させて」これらを実行した。 それゆえ、後にアテナイ人にとって最善の法を制定したのかと問われた際、彼は「受け入れ得たであろうものの中で最善の法だ」と答えたのである。 ところで、後世の著述家たちが言うには、アテナイ人は事態の耳障りな面を耳ざわりのよい親切な呼称で覆い隠して巧みに婉曲表現を用いるという。たとえば娼婦を「恋人」、租税を「拠出金」、都市の守備隊を「見張り」、牢獄を「家」と呼ぶようなものであるが、これはどうやら、負債の帳消しを「重荷下ろし」と名づけたソロンの創案が最初であったらしい。というのも、現存する借財を免除し、以後は人身を抵当にして金を貸してはならないと定めたことが、彼の最初の国政上の施策となったからである。

§15.4

καίτοι τινὲς ἔγραψαν, ὧν ἐστὶν Ἀνδροτίων, οὐκ ἀποκοπῇ χρεῶν, ἀλλὰ τόκων μετριότητι κουφισθέντας ἀγαπῆσαι τοὺς πένητας, καὶ σεισάχθειαν ὀνομάσαι τὸ φιλανθρώπευμα τοῦτο καὶ τὴν ἅμα τούτῳ γενομένην τῶν τε μέτρων ἐπαύξησιν καὶ τοῦ νομίσματος τιμήν. ἑκατὸν γὰρ ἐποίησε δραχμῶν τὴν μνᾶν πρότερον ἑβδομήκοντα καὶ τριῶν οὖσαν, ὥστʼ ἀριθμῷ μὲν ἴσον, δυνάμει δʼ ἔλαττον ἀποδιδόντων, ὠφελεῖσθαι μὲν τοὺς ἐκτίνοντας μεγάλα, μηδὲν δὲ βλάπτεσθαι τοὺς κομιζομένους.2

もっとも、アンドロティオンを含む何人かの著述家は、貧民たちは借金の帳消しによってではなく、利息の適正化によって負担を軽減されたことで満足し、この寛大な措置と、これと同時に行われた度量衡の増大および通貨の改鋳を「重荷下ろし」と呼んだのだと書いている。事実、彼は以前は七十三ドラクマであったミナを一〇〇ドラクマとしたため、人々は額面では同じだが実質価値では少ない額を返済することになり、負債を返済する者は大いに恩恵を受け、返済を受け取る者も何ら損をしなかったというのである。

§15.5

οἱ δὲ πλεῖστοι πάντων ὁμοῦ φασι τῶν συμβολαίων ἀναίρεσιν γενέσθαι τὴν σεισάχθειαν, καὶ τούτοις συνᾴδει μᾶλλον τὰ ποιήματα. σεμνύνεται γὰρ Σόλων ἐν τούτοις ὅτι τῆς τε προϋποκειμένης γῆς "ὅρους ἀνεῖλε πολλαχῆ πεπηγότας· πρόσθεν δὲ δουλεύουσα, νῦν ἐλευθέρα·" καὶ τῶν ἀγωγίμων πρὸς ἀργύριον γεγονότων πολιτῶν τοὺς μὲν ἀνήγαγεν ἀπὸ ξένης, "γλῶσσαν οὐκέτʼ Ἀττικὴν ἱέντας, ὡς ἂν πολλαχῆ πλανωμένους· τοὺς δʼ ἐνθάδʼ αὐτοῦ δουλίην ἀεικέα ἔχοντας" ἐλευθέρους φησὶ ποιῆσαι.

しかし大多数の者は、「重荷下ろし」とはあらゆる契約の一括破棄であったと述べており、ソロンの詩もこちらの説により合致している。実際ソロンはその詩の中で、かつて抵当に入っていた土地から「あちこちに打ち込まれていた標柱を取り除いた。以前は隷属していた土地が、今は自由である」と誇り、また金銭のために身柄を差し押さえられた市民のうち、ある者たちを異郷から連れ戻したが、彼らは「諸方を放浪していたため、もはやアッティカ方言を話さなくなっていた」とし、また「この地で過酷な隷属に甘んじていた」者たちをも自由の身にしたと語っている。

§15.6

πρᾶγμα δʼ αὐτῷ συμπεσεῖν λέγεται πάντων ἀνιαρότατον ἀπὸ τῆς πράξεως ἐκείνης. ὡς γὰρ ὥρμησεν ἀνιέναι τὰ χρέα καὶ λόγους ἁρμόττοντας ἐζήτει καὶ πρέπουσαν ἀρχήν, ἐκοινώσατο τῶν φίλων οἷς μάλιστα πιστεύων καὶ χρώμενος ἐτύγχανε, τοῖς περὶ Κόνωνα καὶ Κλεινίαν καὶ Ἱππόνικον, ὅτι γῆν μὲν οὐ μέλλει κινεῖν, χρεῶν δὲ ποιεῖν ἀποκοπὰς ἔγνωκεν. οἱ δὲ προλαβόντες εὐθὺς καὶ φθάσαντες ἐδανείσαντο συχνὸν ἀργύριον παρὰ τῶν πλουσίων καὶ μεγάλας συνεωνήσαντο χώρας.

しかし、この施策から彼にとってあらゆる事柄の中で最も苦々しい災難が降りかかったと言われる。彼が負債を免除しようと決意し、それにふさわしい言論と適切な契機を模索していたとき、最も信頼し親交を結んでいた友人たち、すなわちコノン、クリニアス、ヒッポニコスの周辺の者たちに、土地を動かすつもりはないが、借金の帳消しを行う決心をしたことを打ち明けた。すると彼らは即座に先手を打って機先を制し、富裕層から多額の銀を借り入れ、広大な土地を買い集めた。

§15.7

εἶτα τοῦ δόγματος ἐξενεχθέντος τὰ μὲν κτήματα καρπούμενοι, τὰ δὲ χρήματα τοῖς δανείσασιν οὐκ ἀποδιδόντες, εἰς αἰτίαν τὸν Σόλωνα μεγάλην καὶ διαβολήν, ὥσπερ οὐ συναδικούμενον, ἀλλὰ συναδικοῦντα, κατέστησαν. ἀλλὰ τοῦτο μὲν εὐθὺς ἐλύθη τὸ ἔγκλημα τοῖς πέντε ταλάντοις·3 τοσαῦτα γὰρ εὑρέθη δανείζων, καὶ ταῦτα πρῶτος ἀφῆκε κατὰ τὸν νόμον. ἔνιοι δὲ πεντεκαίδεκα λέγουσιν, ὧν καὶ Πολύζηλος ὁ Ῥόδιός ἐστι. τοὺς μέντοι φίλους αὐτοῦ χρεωκοπίδας καλοῦντες διετέλεσαν.

その後、法令が発布されると、彼らは土地を手に入れて利益を上げながら貸し手に金を返済しなかったため、あたかもソロンが共に不正を被ったのではなく共に不正を働いているかのように、彼を大きな非難と中傷に晒すことになった。しかしこの告発は、その五タラントンによって直ちに晴らされた。彼が貸し付けていたのはこれほどの額であることが判明し、彼自身が法に従って自ら最初にこれを帳消しにしたからである。もっともロドスのポリゼロスをはじめとする一部の著述家は、その額は十五タラントンであったと言っている。しかしながら、人々はソロンの友人たちを「借金踏み倒し屋」と呼び続けたのである。

構文注3 件
  1. 15.2ὧν ἄν, ἔφη, προσεδέξαντο τοὺς ἀρίστους

    関係代名詞 ὧν は先行詞(τούτων)が省略されており、本来の格(関係節内では τοὺς ἀρίστους νόμους οὓς ἄν προσεδέξαντο となる対格)が先行詞の属格に牽引(attraction)された形。全体として「彼ら(アテナイ人)が受け入れ得たであろう法の中で最善のもの」という反実仮想あるいは潜在的な含意(ἄν + 直説法過去/アオリスト)を表す。

  2. 15.4ὥστʼ ἀριθμῷ μὲν ἴσον, δυνάμει δʼ ἔλαττον ἀποδιδόντων, ὠφελεῖσθαι μὲν τοὺς ἐκτίνοντας μεγάλα, μηδὲν δὲ βλάπτεσθαι τοὺς κομιζομένους

    結果を表す接続詞 ὥστε に属格独立構文(ἀποδιδόντων「彼らが返済する中で」)が挟み込まれ、主節の帰結として対格不定詞構文(ὠφελεῖσθαι μὲν τοὺς ἐκτίνοντας... μηδὲν δὲ βλάπτεσθαι τοὺς κομιζομένους)が続いている。ἀποδιδόντων の意味上の主語は債務者たちであり、後続の τοὺς ἐκτίνοντας と同一の対象を指す。

  3. 15.7ἀλλὰ τοῦτο μὲν εὐθὺς ἐλύθη τὸ ἔγκλημα τοῖς πέντε ταλάντοις

    与格 τοῖς πέντε ταλάντοις は手段・原因の与格。「(彼自身が貸し出していたことが判明した)五タラントンの金によってその告発が解消された」の意。定冠詞が付いているのは、後続の文(τοσαῦτα γὰρ εὑρέθη δανείζων)で具体的に説明されるソロン自身の貸付金を特定的に指示しているためである。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0007.tlg007.humanitext-grc2:15.1-15.7