ディオゲネス・ラエルティオス

ギリシア哲学者列伝

§1.prol.6-1.prol.10

異民族の賢者たちの教説と慣習

哲学の異民族起源説をとる立場による、インドの裸身修行者、ケルトのドルイド、バビロニアのカルダイア人、ペルシアのマゴスたち、およびエジプト人の教説や生活慣習、ならびにヘロドトス等の記述に対する批判が紹介される。

← 前次 →

Οἱ δὲ φάσκοντες ἀπὸ βαρβάρων ἄρξαι φιλοσοφίαν καὶ τὸν τρόπον παρʼ ἑκάστοις αὐτῆς ἐκτίθενται· καί φασι τοὺς μὲν Γυμνοσοφιστὰς καὶ Δρυΐδας αἰνιγματωδῶς ἀποφθεγγομένους φιλοσοφῆσαι, σέβειν θεοὺς καὶ μηδὲν κακὸν δρᾶν καὶ ἀνδρείαν ἀσκεῖν. τοὺς γοῦν Γυμνοσοφιστὰς καὶ θανάτου καταφρονεῖν φησι Κλείταρχος ἐν τῇ δωδεκάτῃ· τοὺς δὲ Χαλδαίους περὶ ἀστρονομίαν καὶ πρόρρησιν ἀσχολεῖσθαι· τοὺς δὲ Μάγους περί τε θεραπείας θεῶν διατρίβειν καὶ θυσίας καὶ εὐχάς, ὡς αὐτοὺς μόνους ἀκουομένους1. ἀποφαίνεσθαί τε περί τε οὐσίας θεῶν καὶ γενέσεως, οὓς καὶ πῦρ εἶναι καὶ γῆν καὶ ὕδωρ· τῶν δὲ ξοάνων καταγινώσκειν, καὶ μάλιστα τῶν λεγόντων ἄρρενας εἶναι θεοὺς καὶ θηλείας.

哲学が異民族から始まったと主張する者たちは、各民族における哲学のあり方をも開陳している。彼らの言うところでは、裸身修行者たちやドルイドたちは謎めいた格言を口にしながら哲学し、神々を崇め、何ら悪事を行わず、雄々しさを培うことを旨としたという。現に裸身修行者たちは死をも軽視すると、クレイタルコスは第十二巻で述べている。またカルダイア人たちは天文学と予言に専念し、マゴスたちは神々への奉仕、犠牲、祈願に時を費やすが、それは自分たちだけが聞き届けられるという考えに基づいている。そして彼らは神々の本質と生成について見解を示し、神々とは火と土と水であるとも言い、木彫りの神像を、とりわけ神々には男と女があると言う者たちを非難する。

περί τε δικαιοσύνης λόγους ποιεῖσθαι, καὶ ἀνόσιον ἡγεῖσθαι πυρὶ θάπτειν· καὶ ὅσιον νομίζειν μητρὶ θυγατρὶ μίγνυσθαι, ὡς ἐν τῷ εἰκοστῷ τρίτῳ φησὶν Σωτίων· ἀσκεῖν τε μαντικὴν καὶ πρόρρησιν, καὶ θεοὺς αὑτοῖς ἐμφανίζεσθαι λέγοντας. ἀλλὰ καὶ εἰδώλων πλήρη εἶναι τὸν ἀέρα, κατʼ ἀπόρροιαν ὑπʼ ἀναθυμιάσεως εἰσκρινομένων ταῖς ὄψεσι τῶν ὀξυδερκῶν· προκοσμήματά τε καὶ χρυσοφορίας ἀπαγορεύειν. τούτων δὲ ἐσθὴς μὲν λευκή, στιβὰς δὲ εὐνή, καὶ λάχανον τροφή, τυρός τε καὶ ἄρτος εὐτελής, καὶ κάλαμος βακτηρία, κεντοῦντες, φασί, τοῦ τυροῦ ἀνῃροῦντο καὶ ἀπήσθιον.

また彼らは正義について語り、死者を火で葬ることを不敬とみなし、母や娘と交わることを敬虔とみなすと、ソティオンは第二十三巻で述べている。さらに占いと予言を実践し、神々が自分たちに姿を現すと主張する。それだけでなく、空気は幻影に満ちており、蒸気によって生じる流出により、目敏い者たちの視覚に入り込むのだという。彼らは装身具や黄金を身につけることを禁じている。彼らの着物は白く、寝床は藁敷きであり、食物は野菜、チーズ、粗末なパンであり、杖は葦であって、彼らはこれで突き刺してチーズを拾い上げて食べたと言われる。

Τὴν δὲ γοητικὴν μαγείαν οὐδʼ ἔγνωσαν, φησὶν Ἀριστοτέλης ἐν τῷ Μαγικῷ καὶ Δείνων ἐν τῇ πέμπτῃ τῶν Ἱστοριῶν· ὃς καὶ μεθερμηνευόμενόν φησι τὸν Ζωροάστρην ἀστροθύτην εἶναι· φησὶ δὲ τοῦτο καὶ Ἑρμόδωρος. Ἀριστοτέλης δʼ ἐν πρώτῳ Περὶ φιλοσοφίας καὶ πρεσβυτέρους εἶναι τῶν Αἰγυπτίων· καὶ δύο κατʼ αὐτοὺς εἶναι ἀρχάς, ἀγαθὸν δαίμονα καὶ κακὸν δαίμονα· καὶ τῷ μὲν ὄνομα εἶναι Ζεὺς καὶ Ὠρομάσδης, τῷ δὲ ᾍδης καὶ Ἀρειμάνιος. φησὶ δὲ τοῦτο καὶ Ἕρμιππος ἐν τῷ πρώτῳ περὶ Μάγων καὶ Εὔδοξος ἐν τῇ Περιόδῳ καὶ Θεόπομπος ἐν τῇ ὀγδόῃ τῶν Φιλιππικῶν·

呪術的な魔術について彼らはまったく知らなかったと、アリストテレスは『魔術篇』で、デイノンは『歴史』第五巻で述べており、後者はゾロアスターの名を解釈すると「星に犠牲を捧げる者」であると言っている。このことはヘルモドロスも述べている。またアリストテレスは『哲学について』第一巻において、彼らはエジプト人よりも古いと言い、彼らによれば善霊と悪霊の二つの原理があり、一方の名はゼウスおよびオロマズデスであり、他方はハデスおよびアレイマニオスであるという。このことはヘルミッポスも『マゴスについて』第一巻で、エウドクソスも『旅程記』で、テオポンポスも『ピリッポス史』第八巻で述べている。

ὃς καὶ ἀναβιώσεσθαι κατὰ τοὺς Μάγους φησὶ τοὺς ἀνθρώπους καὶ ἀθανάτους ἔσεσθαι, καὶ τὰ ὄντα ταῖς αὐτῶν ἐπικλήσεσι διαμενεῖν. ταῦτα δὲ καὶ Εὔδημος Ῥόδιος ἱστορεῖ. Ἑκαταῖος δὲ καὶ γενητοὺς τοὺς θεοὺς εἶναι κατʼ αὐτούς. Κλέαρχος δὲ Σολεὺς ἐν τῷ Περὶ παιδείας καὶ τοὺς Γυμνοσοφιστὰς ἀπογόνους εἶναι τῶν Μάγων φησίν· ἔνιοι δὲ καὶ τοὺς Ἰουδαίους ἐκ τούτων εἶναι. πρὸς τούτοις καταγινώσκουσιν Ἡροδότου οἱ τὰ περὶ Μάγων γράψαντες· μὴ γὰρ ἂν εἰς τὸν ἥλιον βέλη Ξέρξην ἀκοντίσαι, μηδʼ εἰς τὴν θάλασσαν πέδας καθεῖναι2, θεοὺς ὑπὸ τῶν Μάγων παραδεδομένους. τὰ μέντοι ἀγάλματα εἰκότως καθαιρεῖν.

テオポンポスはまた、マゴスたちによれば人間は蘇って不死となり、存在する事物は彼らの祈祷によって存続すると述べている。これらのことはロドスのエウデモスも記録している。ヘカタイオスによれば、彼らに従えば神々も生成するものであるという。ソロイのクレアルコスは『教育論』において、裸身修行者たちもマゴスたちの子孫であると言い、ユダヤ人たちも彼らから生じたと言う者たちもいる。これらに加えて、マゴスについて記した者たちはヘロドトスを非難している。なぜなら、マゴスたちによって神々と伝えられていた太陽に向かってクセルクセスが矢を放ったり、海に足枷を投げ入れたりするはずがないからである。しかし彼が神像を打ち壊したのは尤もなことであるという。

Τὴν δὲ τῶν Αἰγυπτίων φιλοσοφίαν εἶναι τοιαύτην περί τε θεῶν καὶ ὑπὲρ δικαιοσύνης. φάσκειν τε ἀρχὴν μὲν εἶναι τὴν ὕλην, εἶτα τὰ τέσσαρα στοιχεῖα ἐξ αὐτῆς διακριθῆναι, καὶ ζῷα παντοῖα ἀποτελεσθῆναι. θεοὺς δʼ εἶναι ἥλιον καὶ σελήνην, τὸν μὲν Ὄσιριν, τὴν δʼ Ἶσιν καλουμένην· αἰνίττεσθαί τε αὐτοὺς διά τε κανθάρου καὶ δράκοντος καὶ ἱέρακος καὶ ἄλλων, ὥς φησι Μανέθως ἐν τῇ τῶν Φυσικῶν ἐπιτομῇ καὶ Ἑκαταῖος ἐν τῇ πρώτῃ Περὶ τῆς Αἰγυπτίων φιλοσοφίας. κατασκευάζειν δὲκαὶἀγάλματα καὶ τεμένη τῷ μὴ εἰδέναι τὴν τοῦ θεοῦ μορφήν3.

エジプト人たちの哲学は、神々に関しても正義に関しても次のようなものである。すなわち、根元は物質であり、次いで四元素がそこから分離し、あらゆる種類の生き物が完成されたと主張する。神々とは太陽と月であり、前者はオシリス、後者はイシスと呼ばれる。彼らはこれらをコガネムシ、蛇、鷹などによって謎めかして象徴すると、マネトは『自然論綱要』で、ヘカタイオスは『エジプト人の哲学について』第一巻で述べている。そして彼らが神像や聖域を造るのは、神の姿を知らないためであるという。

構文注3 件
  1. 1.prol.6ὡς αὐτοὺς μόνους ἀκουομένους

    接続詞 ὡς に分詞の対格(ここでは不定詞構文の主語 τοὺς Μάγους と同格の対格)が後続し、主観的理由(「自分たちだけが聞き届けられるという考え・主張のもとで」)を表す用法。絶対対格的に機能しているとも解せる。

  2. 1.prol.9μὴ γὰρ ἂν εἰς τὸν ἥλιον βέλη Ξέρξην ἀκοντίσαι, μηδʼ εἰς τὴν θάλασσαν πέδας καθεῖναι

    間接話法における ἄν + アオリスト不定詞(ἀκοντίσαι, καθεῖναι)。直接話法における潜在希求法または反実仮想の直説法過去(οὐκ ἂν ἠκόντισε...)に相当し、「クセルクセスが〜したはずがない」という強い推量的・反事実的不可能性を表す。文頭の否定詞 μή は間接話法における強い否定あるいは非難の言明の主観性を反映している。

  3. 1.prol.10τῷ μὴ εἰδέναι τὴν τοῦ θεοῦ μορφήν

    冠詞付き不定詞の与格(τῷ + 不定詞)が原因・理由(「〜であるがゆえに」「〜を知らないがために」)を表す構文。否定詞 μή は不定詞に伴う規則的な否定辞。

モデル:gemini-3.8-flashurn:cts:greekLit:tlg0004.tlg001.humanitext-grc2:1.prol.6-1.prol.10