§2424.
24.
Ὁκόσοισι δ᾿ ἂν οἱ πυρετοὶ παύωνται, μήτε σημείων γενομένων λυτηρίων, μήτε ἐν ἡμέρῃσι κρισίμῃσιν, ὑποστροφὴν προσδέχεσθαι χρὴ τουτέοισιν.
해열의 징조가 나타나지도 않고 위독한 날도 아닌데 열이 내리는 사람들의 경우, 이들에게는 재발을 예상해야 한다.
Ὅστις δ᾿ ἂν τῶν πυρετῶν μηκύνῃ περιεστικῶς διακειμένου τοῦ ἀνθρώπου, μηκέτι ὀδύνης ἐχούσης διὰ φλεγμονήν τινα, μήτε διὰ πρόφασιν ἄλλην μηδεμίην ἐμφανέα, τουτέῳ προσδέχεσθαι ἀπόστασιν μετ᾿ οἰδήματός τε καὶ ὀδύνης ἔς τι τῶν ἄρθρων, καὶ οὐχ ἧσσον ἐκ τῶν κάτω.
환자가 생존할 수 있는 상태에 있음에도 불구하고, 어떠한 염증으로 인한 통증도 없고 다른 명백한 원인도 없는데 열이 오래 끈다면, 그 환자에게는 관절 중 하나, 특히 아래쪽 관절로 통증과 부종을 동반한 전이(병변의 침착)가 일어날 것을 예상해야 한다.
Μᾶλλον δὲ γίγνονται καὶ ἐν ἐλάσσονι χρόνῳ αἱ τοιαῦται ἀποστάσιες τοῖσι νεωτέροισι τριήκοντα ἐτέων·
이러한 전이는 30세 미만의 젊은이들에게 더 많이, 그리고 더 짧은 시간 안에 일어난다.
ὑποσκέπτεσθαι δὲ χρὴ εὐθέως τὰ περὶ τῆς ἀποστάσιος, ἢν εἴκοσιν ἡμέρας ὁ πυρετὸς ἔχων ὑπερβάλλῃ·
열이 지속되어 20일을 넘긴다면 즉시 전이에 관한 것들을 고려해야 한다.
τοῖσι δὲ γεραιτέροισικ ἧσσον γίγνεται, πολυχρονιωτέρου ἐόντος τοῦ πυρετοῦ.
더 나이가 든 이들에게는 전이가 덜 일어나며, 열이 훨씬 더 오래 끈다.
Χρὴ δὲ τὴν μὲν τοιαύτην ἀπόστασιν προσδέχεσθαι, ξυνεχέος ἐόντος τοῦ πυρετοῦ, ἐς δὲ τεταρταῖον καταστήσεσθαι, ἢν διαλείπῃ τε καὶ καταλαμβάνῃ πεπλανημένον τρόπον, καὶ ταῦτα ποιέων τῷ φθινοπώρῳ προσπελάσῃ.
열이 지속될 때에는 이와 같은 전이를 예상해야 하지만, 열이 간헐적이고 불규칙한 방식으로 찾아오며 가을에 가까워진다면, 4일열로 자리 잡을 것을 예상해야 한다.
Ὥσπερ δὲ τοῖσι νεωτέροισι τῶν τριήκοντα ἐτέων αἱ ἀποστάσιες γίγνονται, οὕτως οἱ τεταρταῖοι μᾶλλον τοῖσι τριήκοντα ἐτέων καὶ γεραιτέροισιν.
30세 미만의 젊은이들에게 전이가 일어나는 것처럼, 30세 이상의 사람들에게는 4일열이 더 많이 일어난다.
Τὰς δὲ ἀποστάσιας εἰδέναι χρὴ τοῦ χειμῶνος μᾶλλον γιγνομένας χρονιώτερόν τε παυομένας, ἧσσον δὲ παλινδρομεύσας.
전이는 겨울에 더 많이 일어나고 더 느리게 없어지지만, 안으로 역류하는 일은 더 적다는 것을 알아야 한다.
Ὅστις δ᾿ ἂν ἐν πυρετῷ μὴ θανατώδει φῇ τὴν κεφαλὴν ἀλγέειν, ἢ καὶ ὀρφνῶδές τι πρὸ τῶν ὀφθαλμῶν φαίνεσθαι, ἢ καρδιωγμὸς τουτέῳ προσγένηται, χολώδης ἔμετος παρέσται·
치명적이지 않은 열병에서 누군가 머리가 아프다고 말하거나, 눈앞에 어두운 것이 보인다고 하거나, 가슴앓이(신트림)가 더해진다면 담즙성 구토가 나타날 것이다.
ἢν δὲ καὶ ῥῖγος ἐπιλάβῃ, καὶ τὰ κάτω μέρεα τοῦ ὑποχονδρίου ψυχρὰ ᾖ, καὶ θᾶσσον ἔτι ὁ ἔμετος παρέσται·
만약 오한이 들고 갈비밑 부분의 아래쪽이 차갑다면 구토는 훨씬 더 빨리 나타날 것이다.
ἢν δέ τι πίῃ ἢ φάγῃ ὑπὸ τοῦτον τὸν χρόνον, χάρτα τοῦτο ταχέως ἐμέεται.
이 시기에 무언가를 마시거나 먹는다면 그것은 매우 빠르게 토해지게 된다.
Τουτέων δὲ οἷσιν ἂν ἄρξηται ὁ πόνος τῇ πρώτῃ ἡμέρῃ γίγνεσθαι, τεταρταῖοι πιεζεῦνται μάλιστα καὶ πεμπταῖοι·
이들 중 첫째 날에 통증이 시작된 이들은 넷째 날과 다섯째 날에 가장 심하게 고통을 받고 일곱째 날에 해방된다.
ἐς δὲ τὴν ἑβδόμην ἀπαλλάσσονται· οἱ μέντοι πλείονες αὐτέων ἄρχονται μὲν πονέεσθαι τριταῖοι, χειμάζονται δὲ μάλιστα πεμπταῖοι, ἀπαλλάσσονται δὲ ἐναταῖοι ἢ ἑνδεκαταῖοι·
그러나 그들 중 대부분은 셋째 날에 아프기 시작하여 다섯째 날에 가장 심한 곤경을 겪고 아홉째 날이나 열한째 날에 해방된다.
οἳ δ᾿ ἂν ἄρξωνται πεμπταῖοι πονέεσθαι, καὶ τἄλλα κατὰ λόγον αὐτέοισι γίγνηται, ἐς τὴν τεσσαρεσκαιδεκάτην κρίνεται ἡ νοῦσος.
다섯째 날에 아프기 시작하여 다른 증상들도 그에 비례하여 진행되는 이들은 열네째 날에 병의 결정(위기)을 맞이한다.
Γίγνεται δὲ ταῦτα τοῖσι μὲν ἀνδράσι καὶ τῇσι γυναιξὶν ἐν τοῖσι τριταίοισι μάλιστα·
이러한 일들은 성인 남녀에게는 주로 3일열에서 일어난다.
τοῖσι δὲ νεωτέροισι γίγνεται μὲν καὶ ἐν τουτέοισι, μᾶλλον δὲ ἐν τοῖσι ξυνεχεστέροισι πυρετοῖσι, καὶ ἐν τοῖσι γνησίοισι τριταίοισιν.
그러나 젊은이들에게는 이 열에서도 일어나지만, 더 지속적인 열이나 진짜 3일열에서 더 많이 일어난다.
Οἷσι δ᾿ ἂν ἐν τοιουτοτρόπῳ πυρετῷ κεφαλὴν ἀλγέουσιν ἀντὶ μὲν τοῦ ὀρφνῶδές τι πρὸ τῶν ὀφθαλμῶν φαίνεσθαι, ἀμβλυωγμὸς γίγνεται, ἢ μαρμαρυγαὶ προφαίνονται, ἀντὶ δὲ τοῦ καρδιώσσειν, ἐν τῷ ὑποχονδρίῳ ἐπὶ δεξιὰ ἢ ἐπ᾿ ἀριστερὰ ξυντείνεταί τι μήτε ξὺν ὀδύνῃ μήτε ξὺν φλεγμονῇ, αἷμα διὰ τῶν ῥινῶν τουτέοισι ῥυῆναι προσδόκιμον ἀντὶ τοῦ ἐμέτου.
이러한 종류의 열병에서 두통을 앓는 이들 중, 눈앞에 어두운 것이 보이는 대신 시력 감퇴가 일어나거나 빛의 번쩍임이 나타나고, 가슴앓이 대신 갈비밑 오른쪽이나 왼쪽에 통증도 염증도 없이 무언가 팽팽해지는 느낌이 든다면, 이들에게는 구토 대신 코에서 피가 흐를 것을 예상해야 한다.
Μᾶλλον δὲ καὶ ἐνταῦθα τοῖσι νέοισι τοῦ αἵματος τὴν ῥῆξιν προσδέχεσθαι· τοῖσι δὲ πέντε καὶ τριήκοντα ἔτεσι καὶ γεραιτέροισιν ἧσσον, ἀλλὰ τοὺς ἐμέτους τουτέοισι προσδέχεσθαι.
이 경우에도 젊은이들에게는 출혈을 더 예상해야 하고, 35세 이상의 나이 든 이들에게는 출혈이 덜 일어나며 오히려 구토를 예상해야 한다.
Τοῖσι δὲ παιδίοισι σπασμοὶ γίγνονται, ἢν ὁ πυρετὸς ὀξὺς ᾖ, καὶ ἡ γαστὴρ μὴ διαχωρέῃ, καὶ ἀγρυπνέωσί τε καὶ ἐκπλαγέωσι, καὶ κλαυθμυρίζωσι, καὶ τὸ χρῶμα μεταβάλλωσι, καὶ χλωρὸν ἢ πελιὸν ἢ ἐρυθρὸν ἴσχωσιν.
어린아이들에게는 열이 급성이고 배가 소통되지 않으며, 잠을 자지 못하고 깜짝깜짝 놀라며, 울고, 안색이 변하여 창백하거나 푸르스름하거나 붉은빛을 띨 때 경련(경기)이 일어난다.
Γίγνεται δὲ ταῦτα ἐξ ἑτοιμοτάταν μὲν τοῖσι παιδίοισι τοῖσι νεωτάτοισιν ἐς τὰ ἑπτὰ ἔτεα·
이러한 일들은 7세까지의 가장 어린아이들에게 가장 쉽게 일어난다.
τὰ δὲ πρεσβύτερα τῶν παιδίων καὶ οἱ ἄνδρες οὐκ ἔτι ἐν τοῖσι πυρετοῖσιν ὑπὸ τῶν σπασμῶν ἁλίσκονται, ἢν μή τι τῶν σημείων προσγένηται τῶν ἰσχυροτάτων τε καὶ κακίστων, οἷά περ ἐν τῇσι φρενίτισι γίγνεται.
그보다 큰 아이들과 성인들은 열병에서 더 이상 경련에 걸리지 않는다. 다만 뇌염에서 일어나는 것과 같은 극히 강하고 나쁜 징조들 중 어떤 것이 더해지지 않는 한 그러하다.
Τοὺς δ᾿ ἀπολουμένους τε καὶ περιεσομένους τῶν παιδίων τε καὶ τῶν ἄλλων τεχμαίρεσθαι τοῖσι ξύμπασι σημείοισιν, ὡς ἐφ᾿ ἑκάστοισιν ἕκαστα διαγέγραπται.
아이들과 다른 이들 중 죽을 자와 살아남을 자에 대해서는, 각각에 대해 각각 기술된 것처럼 모든 징조들을 통해 판단해야 한다.
Ταῦτα δὲ λέγω περί τε τῶν ὀξέων νουσημάτων καὶ ὅσα ἐκ τουτέων γίγνεται.
내가 말하는 이것들은 급성 질환과 그로부터 생기는 모든 것들에 관한 것이다.
§2525.
25.
Χρὴ δὲ τὸν μέλλοντα ὀρθῶς προγιγνώσκειν τοὺς περιεσομένους καὶ τοὺς ἀποθανουμένους, ὅσοισί τε ἂν μέλλῃ πλέονας ἡμέρας παραμένειν τὸ νούσημα καὶ ὅσοισιν ἂν ἐλάσους, τὰ σημεῖα ἐκμανθάνοντα πάντα δύνασθαι κρίνειν, λογιζόμενον τὰς δυνάμιας αὐτέων πρὸς ἀλλήλας, ὥσπερ διαγέγραπται περί τε τῶν ἄλλων καὶ τῶν οὔρων καὶ τῶν πτυέλων, ὅταν ὁμοῦ πῦόν τε ἀναβήσσῃ καὶ χολήν.
살아남을 자와 죽을 자, 그리고 누구에게 병이 더 많은 날 동안 머물고 누구에게 더 적은 날 동안 머물 것인지를 올바르게 예지하고자 하는 사람은, 모든 징조를 철저히 배워서 그것들의 힘을 서로 비교하여 판단할 수 있어야 한다. 이는 다른 것들이나 소변, 그리고 고름과 담즙을 함께 뱉어내는 가래에 대해 기술된 바와 같다.
Χρὴ δὲ καὶ τὰς φορὰς τῶν νουσημάτων αἰεὶ ἐπιδημεύντων ταχέως ἐνθυμέεσθαι, τήν τε τῆς ὥρης κατάστασιν.
또한 항상 유행하는 질병의 경향과 계절의 기후 상태에 대해서도 신속히 고려해야 한다.
Εὖ μέντοι χρὴ εἰδέναι περὶ τῶν τεκμηρίων καὶ τῶν ἄλλων σημείων, καὶ μὴ λανθάνειν ὅτι ἐν παντὶ ἔτει καὶ πάσῃ ὥρῃ τά τε κακὰ κακὸν σημαίνει, καὶ τὰ χρηστὰ ἀγαθὸν, ἐπεὶ καὶ ἐν Λιβύῃ καὶ ἐν Δήλῳ καὶ ἐν Σκυθίῃ φαίνεται τὰ προγεγραμμένα ἀληθεύοντα σημεῖα.
그러나 징후들과 다른 징조들에 대해 잘 알아야 하며, 어느 해나 어느 계절에나 나쁜 것은 나쁜 것을 의미하고 좋은 것은 좋은 것을 의미한다는 것을 간과해서는 안 된다. 리비아에서도, 델로스에서도, 스키티아에서도 앞서 기록된 징조들이 참된 것으로 나타나기 때문이다.
Ἐξ ὧν χρὴ εἰδέναι ὅτι ἔν γε τοῖσιν αὐτέοισι χωρίοισιν οὐδὲν δεινὸν τὸ μὴ οὐ τὰ πολλαπλάσια αὐτέων ἐπιτυγχάνειν, ἢν ἐκμαθών τις αὐτὰ κρίνειν τε καὶ λογίζεσθαι ὀρθῶς ἐπίστηται.
이로부터 같은 지역에서는, 누군가 그것들을 철저히 배워서 올바르게 판단하고 계산할 줄 안다면 대다수의 경우에 예측을 적중시키는 것이 전혀 어려운 일이 아님을 알아야 한다.
Ποθέειν δὲ χρὴ οὐδενὸς νουσήματος οὔνομα, ὅτι μὴ τυγχάνῃ ἐνθάδε γεγραμμένον·
이 책에 우연히 기록되어 있지 않다고 해서 그 어떤 질병의 이름도 요구해서는 안 된다.
πάντα γὰρ ὁκόσα ἐν τοῖσι χρόνοισι τοῖσι προειρημένοισι χρίνεται, γνώσῃ τοῖσιν αὐτέοισι σημείοισιν.
앞서 말한 기간 안에 결정되는 모든 것들은 동일한 징조들로 알 수 있기 때문이다.