§2424. Ὁκόσοισι δ᾿ ἂν οἱ πυρετοὶ παύωνται, μήτε σημείων γενομένων λυτηρίων, μήτε ἐν ἡμέρῃσι κρισίμῃσιν, ὑποστροφὴν προσδέχεσθαι χρὴ τουτέοισιν.
24. 凡是发热消退,既无缓解的征兆,又不在危日者,必须预料他们会复发。
Ὅστις δ᾿ ἂν τῶν πυρετῶν μηκύνῃ περιεστικῶς διακειμένου τοῦ ἀνθρώπου, μηκέτι ὀδύνης ἐχούσης διὰ φλεγμονήν τινα, μήτε διὰ πρόφασιν ἄλλην μηδεμίην ἐμφανέα, τουτέῳ προσδέχεσθαι ἀπόστασιν μετ᾿ οἰδήματός τε καὶ ὀδύνης ἔς τι τῶν ἄρθρων, καὶ οὐχ ἧσσον ἐκ τῶν κάτω.
若患者处于可生存的状态,但由于没有任何炎症引起的疼痛,也没有其他任何显而易见的原因,而发热却延长者,则必须预料其某一关节会出现伴有肿胀和疼痛的转移,尤其是下肢关节。
Μᾶλλον δὲ γίγνονται καὶ ἐν ἐλάσσονι χρόνῳ αἱ τοιαῦται ἀποστάσιες τοῖσι νεωτέροισι τριήκοντα ἐτέων· ὑποσκέπτεσθαι δὲ χρὴ εὐθέως τὰ περὶ τῆς ἀποστάσιος, ἢν εἴκοσιν ἡμέρας ὁ πυρετὸς ἔχων ὑπερβάλλῃ· τοῖσι δὲ γεραιτέροισικ ἧσσον γίγνεται, πολυχρονιωτέρου ἐόντος τοῦ πυρετοῦ.
此类转移在三十岁以下的人中发生得更多且时间更短;如果发热持续超过二十天,必须立即考虑有关转移的事宜;但对于较年长者则发生较少,其发热要拖延得多。
Χρὴ δὲ τὴν μὲν τοιαύτην ἀπόστασιν προσδέχεσθαι, ξυνεχέος ἐόντος τοῦ πυρετοῦ, ἐς δὲ τεταρταῖον καταστήσεσθαι, ἢν διαλείπῃ τε καὶ καταλαμβάνῃ πεπλανημένον τρόπον, καὶ ταῦτα ποιέων τῷ φθινοπώρῳ προσπελάσῃ.
当发热持续时,应当预料到此类转移;但若发热呈间歇性并以无规律的方式发作,且如此发展而临近秋季,则应当预料会转为四日热。
Ὥσπερ δὲ τοῖσι νεωτέροισι τῶν τριήκοντα ἐτέων αἱ ἀποστάσιες γίγνονται, οὕτως οἱ τεταρταῖοι μᾶλλον τοῖσι τριήκοντα ἐτέων καὶ γεραιτέροισιν.
正如三十岁以下的人会发生转移一样,三十岁及以上的人更容易发生四日热。
Τὰς δὲ ἀποστάσιας εἰδέναι χρὴ τοῦ χειμῶνος μᾶλλον γιγνομένας χρονιώτερόν τε παυομένας, ἧσσον δὲ παλινδρομεύσας.
必须知道,转移在冬季更容易发生,消退更慢,但逆流的情况较少。
Ὅστις δ᾿ ἂν ἐν πυρετῷ μὴ θανατώδει φῇ τὴν κεφαλὴν ἀλγέειν, ἢ καὶ ὀρφνῶδές τι πρὸ τῶν ὀφθαλμῶν φαίνεσθαι, ἢ καρδιωγμὸς τουτέῳ προσγένηται, χολώδης ἔμετος παρέσται· ἢν δὲ καὶ ῥῖγος ἐπιλάβῃ, καὶ τὰ κάτω μέρεα τοῦ ὑποχονδρίου ψυχρὰ ᾖ, καὶ θᾶσσον ἔτι ὁ ἔμετος παρέσται· ἢν δέ τι πίῃ ἢ φάγῃ ὑπὸ τοῦτον τὸν χρόνον, χάρτα τοῦτο ταχέως ἐμέεται.
凡在非致命的发热中诉说头痛,或眼前出现暗影,或伴有心口痛(烧心)者,将会出现胆汁性呕吐;若同时伴有恶寒,且季肋部下侧发凉,则呕吐将更快发生;在此期间如果喝了或吃了任何东西,极快就会被吐出来。
Τουτέων δὲ οἷσιν ἂν ἄρξηται ὁ πόνος τῇ πρώτῃ ἡμέρῃ γίγνεσθαι, τεταρταῖοι πιεζεῦνται μάλιστα καὶ πεμπταῖοι· ἐς δὲ τὴν ἑβδόμην ἀπαλλάσσονται· οἱ μέντοι πλείονες αὐτέων ἄρχονται μὲν πονέεσθαι τριταῖοι, χειμάζονται δὲ μάλιστα πεμπταῖοι, ἀπαλλάσσονται δὲ ἐναταῖοι ἢ ἑνδεκαταῖοι· οἳ δ᾿ ἂν ἄρξωνται πεμπταῖοι πονέεσθαι, καὶ τἄλλα κατὰ λόγον αὐτέοισι γίγνηται, ἐς τὴν τεσσαρεσκαιδεκάτην κρίνεται ἡ νοῦσος.
在这些人中,凡在第一天开始出现痛苦者,在第四天和第五天受折磨最重,并在第七天得以解脱;然而,他们中的大多数人在第三天开始疼痛,在第五天最受煎熬,并在第九天或第十一天得以解脱;而那些在第五天开始疼痛,且其他情况也按比例发生者,疾病将在第十四天判定结局。
Γίγνεται δὲ ταῦτα τοῖσι μὲν ἀνδράσι καὶ τῇσι γυναιξὶν ἐν τοῖσι τριταίοισι μάλιστα· τοῖσι δὲ νεωτέροισι γίγνεται μὲν καὶ ἐν τουτέοισι, μᾶλλον δὲ ἐν τοῖσι ξυνεχεστέροισι πυρετοῖσι, καὶ ἐν τοῖσι γνησίοισι τριταίοισιν.
这些情况在成年男女中主要发生于三日热;但在年轻人中,虽然在这些热病中也会发生,但更多发生于更持续的发热以及真正的三日热中。
Οἷσι δ᾿ ἂν ἐν τοιουτοτρόπῳ πυρετῷ κεφαλὴν ἀλγέουσιν ἀντὶ μὲν τοῦ ὀρφνῶδές τι πρὸ τῶν ὀφθαλμῶν φαίνεσθαι, ἀμβλυωγμὸς γίγνεται, ἢ μαρμαρυγαὶ προφαίνονται, ἀντὶ δὲ τοῦ καρδιώσσειν, ἐν τῷ ὑποχονδρίῳ ἐπὶ δεξιὰ ἢ ἐπ᾿ ἀριστερὰ ξυντείνεταί τι μήτε ξὺν ὀδύνῃ μήτε ξὺν φλεγμονῇ, αἷμα διὰ τῶν ῥινῶν τουτέοισι ῥυῆναι προσδόκιμον ἀντὶ τοῦ ἐμέτου.
在这类发热中患有头痛的人,如果不是眼前出现暗影,而是视力模糊或眼前出现闪光,并且不是心口痛,而是在季肋部的右侧或左侧出现无痛且无炎症的某种紧绷感,则应当预料他们会鼻腔出血,而不是呕吐。
Μᾶλλον δὲ καὶ ἐνταῦθα τοῖσι νέοισι τοῦ αἵματος τὴν ῥῆξιν προσδέχεσθαι· τοῖσι δὲ πέντε καὶ τριήκοντα ἔτεσι καὶ γεραιτέροισιν ἧσσον, ἀλλὰ τοὺς ἐμέτους τουτέοισι προσδέχεσθαι.
在此情况下,对于年轻人也更应预料出血;而对于三十五岁及以上的人,出血较少,而更应预料呕吐。
Τοῖσι δὲ παιδίοισι σπασμοὶ γίγνονται, ἢν ὁ πυρετὸς ὀξὺς ᾖ, καὶ ἡ γαστὴρ μὴ διαχωρέῃ, καὶ ἀγρυπνέωσί τε καὶ ἐκπλαγέωσι, καὶ κλαυθμυρίζωσι, καὶ τὸ χρῶμα μεταβάλλωσι, καὶ χλωρὸν ἢ πελιὸν ἢ ἐρυθρὸν ἴσχωσιν.
对于儿童,如果发热剧烈,大便不通,且失眠、受惊、啼哭、脸色改变,呈现青绿色、铅灰色或红色,则会发生痉挛。
Γίγνεται δὲ ταῦτα ἐξ ἑτοιμοτάταν μὲν τοῖσι παιδίοισι τοῖσι νεωτάτοισιν ἐς τὰ ἑπτὰ ἔτεα· τὰ δὲ πρεσβύτερα τῶν παιδίων καὶ οἱ ἄνδρες οὐκ ἔτι ἐν τοῖσι πυρετοῖσιν ὑπὸ τῶν σπασμῶν ἁλίσκονται, ἢν μή τι τῶν σημείων προσγένηται τῶν ἰσχυροτάτων τε καὶ κακίστων, οἷά περ ἐν τῇσι φρενίτισι γίγνεται.
这些情况最容易发生于七岁以下的极幼小儿童;而年龄较大的儿童和成年男子,在发热中不再容易被痉挛侵袭,除非加入了一些最强烈且最恶劣的征兆,就如在脑炎中所发生的那样。
Τοὺς δ᾿ ἀπολουμένους τε καὶ περιεσομένους τῶν παιδίων τε καὶ τῶν ἄλλων τεχμαίρεσθαι τοῖσι ξύμπασι σημείοισιν, ὡς ἐφ᾿ ἑκάστοισιν ἕκαστα διαγέγραπται.
至于儿童及其他人的死生,必须根据所有的征兆来进行判断,正如针对各种情况所分别记述的那样。
Ταῦτα δὲ λέγω περί τε τῶν ὀξέων νουσημάτων καὶ ὅσα ἐκ τουτέων γίγνεται.
我所说的这些,既是关于急性疾病,也是关于由这些疾病所产生的一切。
§2525. Χρὴ δὲ τὸν μέλλοντα ὀρθῶς προγιγνώσκειν τοὺς περιεσομένους καὶ τοὺς ἀποθανουμένους, ὅσοισί τε ἂν μέλλῃ πλέονας ἡμέρας παραμένειν τὸ νούσημα καὶ ὅσοισιν ἂν ἐλάσους, τὰ σημεῖα ἐκμανθάνοντα πάντα δύνασθαι κρίνειν, λογιζόμενον τὰς δυνάμιας αὐτέων πρὸς ἀλλήλας, ὥσπερ διαγέγραπται περί τε τῶν ἄλλων καὶ τῶν οὔρων καὶ τῶν πτυέλων, ὅταν ὁμοῦ πῦόν τε ἀναβήσσῃ καὶ χολήν.
25. 凡要正确预知谁能生存谁会死亡、以及谁的疾病将维持较多天数谁的较少天数的人,必须彻底掌握所有的征兆,并能够通过将它们的力量互相比较来作出判断,正如关于其他事物、尿液以及同时咳出脓和胆汁时的痰液所记述的那样。
Χρὴ δὲ καὶ τὰς φορὰς τῶν νουσημάτων αἰεὶ ἐπιδημεύντων ταχέως ἐνθυμέεσθαι, τήν τε τῆς ὥρης κατάστασιν.
还必须迅速考虑常年流行的疾病趋势以及季节的气候状况。
Εὖ μέντοι χρὴ εἰδέναι περὶ τῶν τεκμηρίων καὶ τῶν ἄλλων σημείων, καὶ μὴ λανθάνειν ὅτι ἐν παντὶ ἔτει καὶ πάσῃ ὥρῃ τά τε κακὰ κακὸν σημαίνει, καὶ τὰ χρηστὰ ἀγαθὸν, ἐπεὶ καὶ ἐν Λιβύῃ καὶ ἐν Δήλῳ καὶ ἐν Σκυθίῃ φαίνεται τὰ προγεγραμμένα ἀληθεύοντα σημεῖα.
然而,必须对证据和其他征兆有良好的认识,并且不能忽略:在任何年份和任何季节,不吉的征兆都预示着坏事,而良好的征兆预示着好事,因为即使在利比亚、德洛斯和斯基泰,预先写下的征兆也显得是真实的。
Ἐξ ὧν χρὴ εἰδέναι ὅτι ἔν γε τοῖσιν αὐτέοισι χωρίοισιν οὐδὲν δεινὸν τὸ μὴ οὐ τὰ πολλαπλάσια αὐτέων ἐπιτυγχάνειν, ἢν ἐκμαθών τις αὐτὰ κρίνειν τε καὶ λογίζεσθαι ὀρθῶς ἐπίστηται.
由此必须知道,至少在相同的地区,如果有人彻底掌握了它们并懂得如何正确判断和考量,预测出绝大多数情况绝非难事。
Ποθέειν δὲ χρὴ οὐδενὸς νουσήματος οὔνομα, ὅτι μὴ τυγχάνῃ ἐνθάδε γεγραμμένον· πάντα γὰρ ὁκόσα ἐν τοῖσι χρόνοισι τοῖσι προειρημένοισι χρίνεται, γνώσῃ τοῖσιν αὐτέοισι σημείοισιν.
不应因为某种疾病的名称恰好没有写在这里而刻意寻求它;因为凡在上述时间内判定结局的所有事物,你都将通过相同的征兆来认识。