§8.42.1ἐπεὶ δὲ οἱ ἀπʼ Ἀρτεμισίου ἐς Σαλαμῖνα κατέσχον τὰς νέας, συνέρρεε καὶ ὁ λοιπὸς πυνθανόμενος ὁ τῶν Ἑλλήνων ναυτικὸς στρατὸς ἐκ Τροίζηνος·
아르테미시온에서 온 이들이 살라미스에 배를 대자, 나머지 그리스 해군 부대도 소식을 듣고 트로이젠으로부터 몰려들었다.
ἐς γὰρ Πώγωνα τὸν Τροιζηνίων λιμένα προείρητο συλλέγεσθαι.
트로이젠인들의 항구인 포곤에 집결하도록 미리 명령이 내려져 있었기 때문이다.
συνελέχθησάν τε δὴ πολλῷ πλεῦνες νέες ἢ ἐπʼ Ἀρτεμισίῳ ἐναυμάχεον καὶ ἀπὸ πολίων πλεύνων.
그리하여 아르테미시온에서 해전을 치렀을 때보다 훨씬 더 많은 배가, 그리고 더 많은 도시로부터 집결했다.
§8.42.2ναύαρχος μέν νυν ἐπῆν ὡυτὸς ὅς περ ἐπʼ Ἀρτεμισίῳ, Εὐρυβιάδης ὁ Εὐρυκλείδεω ἀνὴρ Σπαρτιήτης, οὐ μέντοι γένεος τοῦ βασιληίου ἐών·
한편, 해군 사령관은 아르테미시온 때와 완전히 같은 인물인 에우뤼클레이데스의 아들 에우뤼비아데스로, 스파르타인이었으나 왕가 출신은 아니었다.
νέας δὲ πολλῷ πλείστας τε καὶ ἄριστα πλεούσας παρείχοντο Ἀθηναῖοι.
반면 아테네인들은 훨씬 더 많고 가장 훌륭하게 항해하는 배들을 제공하고 있었다。