§8.42.1ἐπεὶ δὲ οἱ ἀπʼ Ἀρτεμισίου ἐς Σαλαμῖνα κατέσχον τὰς νέας, συνέρρεε καὶ ὁ λοιπὸς πυνθανόμενος ὁ τῶν Ἑλλήνων ναυτικὸς στρατὸς ἐκ Τροίζηνος· ἐς γὰρ Πώγωνα τὸν Τροιζηνίων λιμένα προείρητο συλλέγεσθαι.
When those from Artemisium had put in their ships at Salamis, the rest of the Greek naval force, having heard the news, also flocked there from Troezen; for it had been ordered beforehand that they should gather at Pogon, the harbor of the Troezenians.
συνελέχθησάν τε δὴ πολλῷ πλεῦνες νέες ἢ ἐπʼ Ἀρτεμισίῳ ἐναυμάχεον καὶ ἀπὸ πολίων πλεύνων.
Thus, many more ships were assembled than had fought at Artemisium, and from more cities.
§8.42.2ναύαρχος μέν νυν ἐπῆν ὡυτὸς ὅς περ ἐπʼ Ἀρτεμισίῳ, Εὐρυβιάδης ὁ Εὐρυκλείδεω ἀνὴρ Σπαρτιήτης, οὐ μέντοι γένεος τοῦ βασιληίου ἐών· νέας δὲ πολλῷ πλείστας τε καὶ ἄριστα πλεούσας παρείχοντο Ἀθηναῖοι.
Now, the admiral in command was the very same as at Artemisium, Eurybiades the son of Eurycleides, a Spartan, though he was not of the royal house; but the Athenians provided by far the most and the best-sailing ships.