§7.163.1οἱ μὲν δὴ τῶν Ἑλλήνων ἄγγελοι τοιαῦτα τῷ Γέλωνι χρηματισάμενοι ἀπέπλεον·
그리스인 사절들은 겔론과 이와 같이 협상을 마치고 배를 타고 떠났다.
Γέλων δὲ πρὸς ταῦτα δείσας μὲν περὶ τοῖσι Ἕλλησι μὴ οὐ δύνωνται τὸν βάρβαρον ὑπερβαλέσθαι, δεινὸν δὲ καὶ οὐκ ἀνασχετὸν ποιησάμενος ἐλθὼν ἐς Πελοπόννησον ἄρχεσθαι ὑπὸ Λακεδαιμονίων ἐὼν Σικελίης τύραννος, ταύτην μὲν τὴν ὁδὸν ἠμέλησε, ὁ δὲ ἄλλης εἴχετο.
그러나 겔론은 이에 대해 그리스인들이 야만인을 이겨내지 못할까 봐 두려워했고, 또한 자신이 시켈리아의 참주이면서 펠로폰네소스에 가서 라케다이몬인들의 지배를 받는 것을 끔찍하고 참을 수 없는 일로 여겼기에, 이 방책은 제쳐두고 다른 길을 택했다.
§7.163.2ἐπείτε γὰρ τάχιστα ἐπύθετο τὸν Πέρσην διαβεβηκότα τὸν Ἑλλήσποντον, πέμπει πεντηκοντέροισι τρισὶ Κάδμον τὸν Σκύθεω ἄνδρα Κῷον ἐς Δελφούς, ἔχοντα χρήματα πολλὰ καὶ φιλίους λόγους, καραδοκήσοντα τὴν μάχην τῇ πεσέεται, καὶ ἢν μὲν ὁ βάρβαρος νικᾷ, τά τε χρήματα αὐτῷ διδόναι καὶ γῆν τε καὶ ὕδωρ τῶν ἄρχει ὁ Γέλων, ἢν δὲ οἱ Ἕλληνες, ὀπίσω ἀπάγειν.
그는 페르시아인이 헬레스폰토스를 건넜다는 소식을 듣자마자, 많은 자금과 우호적인 말을 지니게 하여 코스인인 스퀴테스의 아들 카드모스를 50인승 노선 세 척에 태워 델포이로 파견했다. 이는 전쟁이 어떻게 귀결될지 관망하도록 하기 위함이었는데, 만약 야만인이 승리하면 자금과 함께 겔론이 지배하는 영토의 흙과 물을 바치고, 그리스인들이 승리하면 그것들을 도로 가져오도록 했다.