§6.130.1Κλεισθένης δὲ σιγὴν ποιησάμενος ἔλεξε ἐς μέσον τάδε.
클레이스테네스는 조용히 시킨 뒤, 좌중을 향해 이렇게 말했다.
ἄνδρες παιδὸς τῆς ἐμῆς μνηστῆρες, ἐγὼ καὶ πάντας ὑμέας ἐπαινέω καὶ πᾶσι ὑμῖν, εἰ οἷόν τε εἴη, χαριζοίμην ἄν, μήτʼ ἕνα ὑμέων ἐξαίρετον ἀποκρίνων μήτε τοὺς λοιποὺς ἀποδοκιμάζων.
"내 딸의 구혼자이신 제군들, 나는 여러분 모두를 칭찬하며, 만약 가능하다면 여러분 중 어느 한 사람만을 특별히 골라내거나 나머지 분들을 탈락시키지 않고 여러분 모두를 기쁘게 해 드리고 싶소.
§6.130.2ἀλλʼ οὐ γὰρ οἷά τε ἐστὶ μιῆς πέρι παρθένου βουλεύοντα πᾶσι κατὰ νόον ποιέειν, τοῖσι μὲν ὑμέων ἀπελαυνομένοισι τοῦδε τοῦ γάμου τάλαντον ἀργυρίου ἑκάστῳ δωρεὴν δίδωμι τῆς ἀξιώσιος εἵνεκα τῆς ἐξ ἐμεῦ γῆμαι καὶ τῆς ἐξ οἴκου ἀποδημίης, τῷ δὲ Ἀλκμέωνος Μεγακλέι ἐγγυῶ παῖδα τὴν ἐμὴν Ἀγαρίστην νόμοισι τοῖσι Ἀθηναίων. φαμένου δὲ ἐγγυᾶσθαι Μεγακλέος ἐκεκύρωτο ὁ γάμος Κλεισθένεϊ.
그러나 단 한 명의 처녀를 두고 결정해야 하는 마당에 모두의 마음에 들게 할 수는 없는 노릇이니, 이번 혼사에서 멀어지게 된 여러분께는 나에게서 아내를 맞이하려 한 그 명예로운 뜻과 집을 떠나오신 여정을 생각하여 각자에게 은 한 달란트를 선물로 드리겠소. 그리고 알크메온의 아들 메가클레스에게 내 딸 아가리스테를 아테나이의 법에 따라 약혼시키겠소." 메가클레스가 약혼을 받아들이겠다고 말하자, 클레이스테네스에게 혼사는 확정되었다.