§4.28.1δυσχείμερος δὲ αὕτη ἡ καταλεχθεῖσα πᾶσα χώρη οὕτω δή τι ἐστί, ἔνθα τοὺς μὲν ὀκτὼ τῶν μηνῶν ἀφόρητος οἷος γίνεται κρυμός, ἐν τοῖσι ὕδωρ ἐκχέας πηλὸν οὐ ποιήσεις, πῦρ δὲ ἀνακαίων ποιήσεις πηλόν·
언급된 이 모든 지역은 참으로 혹독하게 추운데, 그곳에서는 여덟 달 동안 견딜 수 없을 정도의 추위가 닥치며, 그 기간에는 물을 부어도 진흙이 되지 않지만, 불을 피우면 진흙이 만들어진다.
ἡ δὲ θάλασσα πήγνυται καὶ ὁ Βόσπορος πᾶς ὁ Κιμμέριος, καὶ ἐπὶ τοῦ κρυστάλλου οἱ ἐντὸς τάφρου Σκύθαι κατοικημένοι στρατεύονται καὶ τὰς ἁμάξας ἐπελαύνουσι πέρην ἐς τοὺς Σίνδους.
또한 바다가 얼어붙고 킴메리아 보스포로스 해협 전체가 얼어붙으며, 그 얼음 위로 해자 안쪽에 거주하는 스키타이인들이 군사 원정을 떠나고 마차를 몰아 건너편 신도이인들에게로 건너간다.
§4.28.2οὕτω μὲν δὴ τοὺς ὀκτὼ μῆνας διατελέει χειμὼν ἐών, τοὺς δʼ ἐπιλοίπους τέσσερας ψύχεα αὐτόθι ἐστί.
이처럼 실로 여덟 달 동안은 계속해서 겨울이며, 남은 네 달 동안도 그곳은 날씨가 춥다.
κεχώρισται δὲ οὗτος ὁ χειμὼν τοὺς τρόπους πᾶσι τοῖσι ἐν ἄλλοισι χωρίοισι γινομένοισι χειμῶσι, ἐν τῷ τὴν μὲν ὡραίην οὐκ ὕει λόγου ἄξιον οὐδέν, τὸ δὲ θέρος ὕων οὐκ ἀνιεῖ·
또한 이 겨울은 다른 지역에서 발생하는 모든 겨울과 그 양상에 있어 차이가 있는데, 우기에는 언급할 만한 비가 전혀 내리지 않는 반면, 여름에는 비가 그치지 않고 내리기 때문이다.
§4.28.3βρονταί τε ἦμος τῇ ἄλλῃ γίνονται, τηνικαῦτα μὲν οὐ γίνονται, θέρεος δὲ ἀμφιλαφέες· ἢν δὲ χειμῶνος βροντὴ γένηται, ὡς τέρας νενόμισται θωμάζεσθαι.
또한 다른 곳에서 천둥이 치는 때에는 그곳에 천둥이 치지 않지만, 여름에는 천둥이 빈번하게 발생하며, 만약 겨울에 천둥이 치면 경이로운 이적으로 여겨진다.
ὣς δὲ καὶ ἢν σεισμὸς γένηται ἤν τε θέρεος ἤν τε χειμῶνος ἐν τῇ Σκυθικῇ, τέρας νενόμισται.
마찬가지로 스키티아 땅에서 여름이든 겨울이든 지진이 발생하면 이적으로 여겨진다.
§4.28.4ἵπποι δὲ ἀνεχόμενοι φέρουσι τὸν χειμῶνα τοῦτον, ἡμίονοι δὲ οὐδὲ ὄνοι οὐκ ἀνέχονται ἀρχήν·
말들은 견뎌내며 이 겨울을 버티지만, 노새와 당나귀는 전혀 견디지 못한다.
τῇ δὲ ἄλλῃ ἵπποι μὲν ἐν κρυμῷ ἑστεῶτες ἀποσφακελίζουσι, ὄνοι δὲ καὶ ἡμίονοι ἀνέχονται.
반면 다른 곳에서는 말들이 추위 속에 서 있으면 동상에 걸리지만, 당나귀와 노새는 이를 견뎌낸다.