§2.92.1ταῦτα μὲν πάντα οἱ κατύπερθε τῶν ἑλέων οἰκέοντες Αἰγύπτιοι νομίζουσι·
늪지대보다 높은 곳에 사는 이집트인들은 이 모든 것을 관습으로 삼고 있다.
οἱ δὲ δὴ ἐν τοῖσι ἕλεσι κατοικημένοι τοῖσι μὲν αὐτοῖσι νόμοισι χρέωνται τοῖσι καὶ οἱ ἄλλοι Αἰγύπτιοι, καὶ τὰ ἄλλα καὶ γυναικὶ μιῇ ἕκαστος αὐτῶν συνοικέει κατά περ Ἕλληνες, ἀτὰρ πρὸς εὐτελείην τῶν σιτίων τάδε σφι ἄλλα ἐξεύρηται.
그러나 늪지대에 거주하는 사람들은 다른 여러 면에서나, 그들 각자가 그리스인들처럼 한 명의 아내와 함께 산다는 점에서나 다른 이집트인들과 같은 관습을 따르고 있지만, 식량을 저렴하게 얻기 위해 다음과 같은 다른 방법들을 고안해 냈다.
§2.92.2ἐπεὰν πλήρης γένηται ὁ ποταμὸς καὶ τὰ πεδία πελαγίσῃ, φύεται ἐν τῷ ὕδατι κρίνεα πολλά, τὰ Αἰγύπτιοι καλέουσι λωτόν·
강물이 가득 차서 평야가 바다처럼 될 때, 물속에 많은 백합이 자라는데, 이집트인들은 이를 로토스라고 부른다.
ταῦτʼ ἐπεὰν δρέψωσι αὐαίνουσι πρὸς ἥλιον καὶ ἔπειτα τὸ ἐκ μέσου τοῦ λωτοῦ, τῇ μήκωνι ἐὸν ἐμφερές, πτίσαντες ποιεῦνται ἐξ αὐτοῦ ἄρτους ὀπτοὺς πυρί.
그들은 이것들을 꺾어 햇볕에 말린 뒤, 로토스의 한가운데에 있는 양귀비 머리와 닮은 부분을 찧어서 불에 구운 빵을 만든다.
§2.92.3ἔστι δὲ καὶ ἡ ῥίζα τοῦ λωτοῦ τούτου ἐδωδίμη καὶ ἐγγλύσσει ἐπιεικέως, ἐὸν στρογγύλον, μέγαθος κατὰ μῆλον.
이 로토스의 뿌리 또한 먹을 수 있으며 상당히 단맛이 나는데, 둥근 모양이며 크기는 사과만 하다.
§2.92.4ἔστι δὲ καὶ ἄλλα κρίνεα ῥόδοισι ἐμφερέα, ἐν τῷ ποταμῷ γινόμενα καὶ ταῦτα, ἐξ ὧν ὁ καρπὸς ἐν ἄλλῃ κάλυκι παραφυομένῃ ἐκ τῆς ῥίζης γίνεται, κηρίῳ σφηκῶν ἰδέην ὁμοιότατον·
또한 장미를 닮은 다른 백합들도 있어 이 역시 강에서 자라는데, 그 열매는 뿌리에서 곁달아 자라나는 별도의 꽃받침 속에서 생기며, 그 모양이 말벌집과 매우 흡사하다.
ἐν τούτῳ τρωκτὰ ὅσον τε πυρὴν ἐλαίης ἐγγίνεται συχνά, τρώγεται δὲ καὶ ἁπαλὰ ταῦτα καὶ αὖα.
이 안에는 올리브 씨만 한 크기로 먹을 수 있는 알맹이가 많이 들어있어, 날것으로도 말려서도 먹는다.
§2.92.5τὴν δὲ βύβλον τὴν ἐπέτειον γινομένην ἐπεὰν ἀνασπάσωσι ἐκ τῶν ἑλέων, τὰ μὲν ἄνω αὐτῆς ἀποτάμνοντες ἐς ἄλλο τι τρέπουσι, τὸ δὲ κάτω λελειμμένον ὅσον τε ἐπὶ πῆχυν τρώγουσι καὶ πωλέουσι·
또한 매년 자라는 파피루스를 그들이 늪지에서 뽑아낼 때, 윗부분은 잘라내어 다른 용도로 쓰고, 남겨진 약 1페키스 정도 크기의 아랫부분은 먹거나 판다.
οἳ δὲ ἂν καὶ κάρτα βούλωνται χρηστῇ τῇ βύβλῳ χρᾶσθαι, ἐν κλιβάνῳ διαφανέι πνίξαντες οὕτω τρώγουσι.
파피루스를 아주 맛있게 먹고 싶어 하는 이들은 달구어진 가마 안에서 밀봉하여 쪄낸 뒤 그렇게 먹는다.
οἳ δὲ τινὲς αὐτῶν ζῶσι ἀπὸ τῶν ἰχθύων μοῦνον, τοὺς ἐπεὰν λάβωσι καὶ ἐξέλωσι τὴν κοιλίην, αὐαίνουσι πρὸς ἥλιον καὶ ἔπειτα αὔους ἐόντας σιτέονται.
그들 중 어떤 이들은 물고기만으로 살아가는데, 물고기를 잡아서 내장을 빼낸 뒤 햇볕에 말려 마른 상태로 먹는다.