§6.95.1τοῦ δ’ αὐτοῦ ἦρος καὶ ἐπ’ Ἄργος στρατεύσαντες Λακεδαιμόνιοι μέχρι μὲν Κλεωνῶν ἦλθον, σεισμοῦ δὲ γενομένου ἀπεχώρησαν.
같은 봄에 라케다이몬인들도 아르고스를 향해 원정을 떠나 클레오나이까지 진격했으나, 지진이 일어나자 철수했다.
καὶ Ἀργεῖοι μετὰ ταῦτα ἐσβαλόντες ἐς τὴν Θυρεᾶτιν ὅμορον οὖσαν λείαν τῶν Λακεδαιμονίων πολλὴν ἔλαβον, ἣ ἐπράθη ταλάντων οὐκ ἔλασσον πέντε καὶ εἴκοσι.
그 후 아르고스인들은 인접한 티레아티스 지방으로 침입하여 라케다이몬인들의 많은 전리품을 획득했는데, 이것은 매각되어 25탈란톤을 밑돌지 않는 액수가 되었다.
§6.95.2καὶ ὁ Θεσπιῶν δῆμος ἐν τῷ αὐτῷ θέρει οὐ πολὺ ὕστερον ἐπιθέμενος τοῖς τὰς ἀρχὰς ἔχουσιν οὐ κατέσχεν, ἀλλὰ βοηθησάντων Θηβαίων οἱ μὲν ξυνελήφθησαν, οἱ δ’ ἐξέπεσον Ἀθήναζε.
또한 같은 여름 얼마 지나지 않아, 테스피아이의 민중이 권력을 쥐고 있던 자들을 습격했으나 정권을 장악하지 못했고, 테바이인들이 지원하러 오자 일부는 붙잡히고 다른 이들은 아테나이로 망명했다。