§9.36.1Τὸ σαπρὸν τῆς ἑκάστῳ ὑποκειμένης ὕλης· ὕδωρ, κόνις, ὀστάρια, γράσος, ἢ πάλιν·
The rottenness of the matter which underlies each thing: water, dust, bones, filth.
πῶροι γῆς τὰ μάρμαρα καὶ ὑποστάθμαι ὁ χρυσός, ὁ ἄργυρος, καὶ τριχία ἡ ἐσθὴς καὶ αἷμα ἡ πορφύρα, καὶ τὰ ἄλλα πάντα τοιαῦτα.
Or again: marbles are callosities of the earth, and gold and silver are dregs, and garments are little hairs, and purple dye is blood, and all other things are such.
καὶ τὸ πνευμάτιον δὲ ἄλλο τοιοῦτον καὶ ἐκ τούτων εἰς ταῦτα μεταβάλλον.
And the breath too is another such thing, changing from these things into these.