§8.44.1Τοῦτον ἰδοὺ τὸν χρόνον σεαυτῷ χάρισαι.
Look, gift this present time to yourself.
οἱ τὴν ὑστεροφημίαν μᾶλλον διώκοντες οὐ λογίζονται ὅτι ἄλλοι τοιοῦτοι μέλλουσιν ἐκεῖνοι εἶναι, οἷοί εἰσιν οὗτοι οὓς βαροῦνται· κἀκεῖνοι δὲ θνητοί.
Those who rather pursue posthumous fame do not consider that those people of the future will be just like these whom they find so burdensome now; and those too are mortal.
τί δὲ ὅλως πρὸς σέ, ἂν ἐκεῖνοι φωναῖς τοιαύταις ἀπηχῶσιν ἢ ὑπόληψιν τοιαύτην περὶ σοῦ ἔχωσιν;
What is it to you at all, if they echo with such voices or hold such an opinion of you?