§2.2.1Ὅ τί ποτε τοῦτό εἰμι, σαρκία ἐστὶ καὶ πνευμάτιον καὶ τὸ ἡγεμονικόν.
Whatever this is that I am, it is flesh, a little breath, and the ruling center.
τῶν μὲν σαρκίων καταφρόνησον· λύθρος καὶ ὀστάρια καὶ κροκύφαντος, ἐκ νεύρων, φλεβίων, ἀρτηριῶν πλεγμάτιον.
Despise the flesh: blood and bones and a network, a web woven of nerves, veins, and arteries.
θέασαι δὲ καὶ τὸ πνεῦμα ὁποῖόν τί ἐστιν· ἄνεμος, οὐδὲ ἀεὶ τὸ αὐτό, ἀλλὰ πάσης ὥρας ἐξεμούμενον καὶ πάλιν ῥοφούμενον.
Look also at the breath, what kind of thing it is: wind, and not always the same, but every hour spit out and again sucked in.
τρίτον οὖν ἐστι τὸ ἡγεμονικόν.
Third then is the ruling center.
ὧδε ἐπινοήθητι· γέρων εἶ· μηκέτι τοῦτο ἐάσῃς δουλεῦσαι, μηκέτι καθ’ ὁρμὴν ἀκοινώνητον νευροσπαστηθῆναι, μηκέτι τὸ εἱμαρμένον ἢ παρὸν δυσχερᾶναι ἢ μέλλον ὑπιδέσθαι.
Reflect thus: you are an old man; no longer allow this to be a slave, no longer to be pulled like a puppet by unsocial impulse, no longer to be dissatisfied with your present lot or to look with suspicion upon the future.