§419γενομένης δʼ ἐν χερσὶ τῆς μάχης, τὰ μὲν πρῶτα τὸν Μάνιον οἱ ψιλοὶ πανταχόθεν περιτρέχοντες ἐλύπουν·
When the battle came to close quarters, at first the light-armed troops, running about on all sides, harassed Manius.
ἐπεὶ δὲ αὐτοὺς φιλοπόνως δεχόμενός τε καὶ ἀναχωρῶν καὶ αὖθις ἐπιὼν ἐτρέψατο, τοὺς μὲν ψιλοὺς ἡ φάλαγξ ἡ τῶν Μακεδόνων διαστᾶσα ἐς αὑτὴν ἐδέξατο καὶ συνελθοῦσα ἐκάλυψε, καὶ τὰς σαρίσσας ἐν τάξει πυκνὰς προὐβάλοντο, ᾧ δὴ μάλιστα οἱ Μακεδόνες ἐξ Ἀλεξάνδρου καὶ Φιλίππου κατεπλήσσοντο τοὺς πολεμίους, ἀντίοις δόρασι πολλοῖς καὶ μακροῖς οὐ τολμῶντας πελάζειν.
But when he, by receiving them with perseverance, retreating, and attacking again, routed them, the Macedonian phalanx opened up and received the light-armed troops into itself, and closing together, covered them. And they thrust forward their sarissas, dense and in order—by which indeed the Macedonians, ever since Alexander and Philip, had most of all terrified their enemies, since the latter did not dare to approach so many long opposing spears.
αἰφνίδιον δʼ ὤφθη τῶν Αἰτωλῶν ἐκ τοῦ Καλλιδρόμου φυγὴ καὶ βοή, καθαλλομένων ἐς τὸ Ἀντιόχου στρατόπεδον.
Suddenly, the flight and shouting of the Aetolians was seen from Callidromus, as they leaped down into Antiochus' camp.
τὸ μὲν δὴ πρῶτον ἑκατέροις ἄγνοιά τε τοῦ γιγνομένου καὶ θόρυβος ἦν ὡς ἐν ἀγνοίᾳ·
At first, indeed, there was on both sides ignorance of what was happening and confusion as in ignorance.
ὡς δὲ ὁ Κάτων ἐπεφαίνετο διώκων αὐτοὺς μετὰ πολλῆς βοῆς, καὶ ὑπὲρ τὸ στρατόπεδον ἐγίγνετο ἤδη τὸ Ἀντιόχου, ἔδεισαν οἱ τοῦ βασιλέως, περί τε τῆς Ῥωμαίων μάχης ἐπιφόβως ἐκ πολλοῦ πυνθανόμενοι, καὶ σφᾶς εἰδότες ὑπὸ ἀργίας καὶ τρυφῆς διʼ ὅλου τοῦ χειμῶνος ἐς δυσεργίαν διεφθαρμένους.
But when Cato appeared pursuing them with loud shouting, and reached already above the camp of Antiochus, the king's men became terrified, having long heard fearful reports about the Roman way of fighting, and knowing themselves to be ruined for hard work by their idleness and luxury throughout the whole winter.
τούς τε σὺν τῷ Κάτωνι σαφῶς μὲν οὐ καθορῶντες ὁπόσοι τινὲς εἶεν ὑπὸ δὲ τοῦ φόβου πλείους νομίζοντες εἶναι, καὶ περὶ τῷ στρατοπέδῳ δείσαντες, ἀκόσμως ἐς αὐτὸ κατέφυγον ὡς ἀπʼ αὐτοῦ τοὺς πολεμίους ἀμυνούμενοι.
Moreover, not clearly discerning those with Cato, how many they might be, but through fear imagining them to be more, and fearing for their camp, they fled into it in disorder, as if to defend themselves against the enemy from there.
Ῥωμαῖοι δʼ αὐτοῖς παραθέοντες συνεσέπεσον ἐς τὸ στρατόπεδον, καὶ ἦν ἄλλη φυγὴ τῶν Ἀντιοχείων ἐκεῖθεν ἄκοσμος.
The Romans, running alongside them, burst with them into the camp, and there was another disorderly flight of Antiochus' forces from there.
ὁ δὲ Μάνιος μέχρι μὲν ἐπὶ Σκάρφειαν ἐδίωκαν αὐτοὺς κτείνων τε καὶ ζωγρῶν, ἀπὸ δὲ τῆς Σκαρφείας ἐπανιὼν διήρπαζε τὸ στρατόπεδον τοῦ βασιλέως καὶ τοὺς Αἰτωλοὺς ἐπιδραμόντας τῷ Ῥωμαίων χάρακι παρὰ τὴν ἀπουσίαν αὐτῶν ἐξήλασεν ἐπιφανείς.
Manius pursued them as far as Scarfeia, killing and capturing them; and returning from Scarfeia, he plundered the camp of the king, and appearing suddenly, drove away the Aetolians who had overrun the Romans' rampart during their absence.
§420ἀπέθανον δʼ ἐν τῇ μάχῃ καὶ τῇ διώξει Ῥωμαίων μὲν ἀμφὶ τοὺς διακοσίους, Ἀντιόχου δέ, σὺν τοῖς ληφθεῖσιν, ἀμφὶ τοὺς μυρίους.
In the battle and the pursuit, about two hundred of the Romans died, and of Antiochus' forces, including those captured, about ten thousand were lost.
αὐτὸς δʼ ὁ βασιλεὺς ἀπὸ μὲν τῆς πρώτης τροπῆς μετὰ πεντακοσίων ἱππέων ἐς Ἐλάτειαν ἀμεταστρεπτὶ διέδραμεν, ἀπὸ δʼ Ἐλατείας ἐς Χαλκίδα καὶ ἐς Ἔφεσον μετʼ Εὐβοίας τῆς νεογάμου (τοῦτο γὰρ αὐτὴν ὠνόμαζεν) ἐπὶ τῶν νεῶν ἔφυγεν, οὐδὲ τούτων ἁπασῶν· ἀγορὰν γάρ τινας αὐτῶν διαφερούσας ὁ Ῥωμαίων ναύαρχος ἐπαναχθεὶς διεφθάρκει.
The king himself, from the very first rout, fled without looking back with five hundred horsemen to Elateia, and from Elateia to Chalcis, and from there to Ephesus, taking with him Euboea, his newly-married wife (for so he called her), fleeing on the ships—and not even all of these escaped, for the Roman admiral, putting out to sea, had destroyed some of them that were carrying provisions.
οἱ δʼ ἐν ἄστει Ῥωμαῖοι τῆς νίκης πυθόμενοι, ταχείας τε οὕτω σφίσι καὶ εὐχεροῦς φανείσης, ἔθυον, ἐκ φοβερᾶς τῆς Ἀντιόχου δόξης τὴν πρώτην πεῖραν ἀσπασάμενοι.
The Romans in the city, hearing of the victory, which had appeared so swift and easy to them, offered sacrifices, welcoming this first trial after the terrifying reputation of Antiochus.
φίλιππόν τε τῆς συμμαχίας ἀμειβόμενοι, τὸν υἱὸν αὐτῷ Δημήτριον, ὁμηρεύοντα ἔτι παρὰ σφίσιν, ἔπεμψαν.
In return for Philip's alliance, they sent back to him his son Demetrius, who was still serving as a hostage among them.
§421καὶ τάδε μὲν ἦν ἐν ἄστει, Μάνιος δὲ Φωκέας μὲν καὶ Χαλκιδέας, καὶ ὅσοι ἄλλοι τῷ Ἀντιόχῳ συνεπεπράχεσαν, δεομένους ἀπέλυσε τοῦ δέους, τὴν δʼ Αἰτωλίαν αὐτός τε καὶ Φίλιππος ἐδῄουν, καὶ τὰς πόλεις ἐπολιόρκουν.
These were the events in the city. Meanwhile Manius, when the Phocians, the Chalcidians, and all others who had acted with Antiochus petitioned him, released them from their fear, while he himself and Philip ravaged Aetolia and besieged their cities.
Δαμόκριτόν τε τὸν στρατηγὸν τῶν Αἰτωλῶν ἐνταῦθα ὁ Μάνιος ἔλαβε κρυπτόμενον, ὃς Φλαμινίνῳ παρὰ τὸν Τίβεριν ἠπείλει στρατοπεδεύσειν.
There Manius captured Damocritus, the general of the Aetolians, in hiding—the one who had threatened Flamininus that he would encamp by the Tiber.
ὁ μὲν δὴ Μάνιος ἐπὶ Καλλιπόλεως διώδευε τὸ ὄρος ὃ καλοῦσι Κόρακα, ὑψηλότατόν τε ὀρῶν καὶ δυσόδευτον καὶ ἀπόκρημνον, μετὰ στρατοῦ βαρυτάτου τε καὶ λαφύρων καταγόμου·
Manius then marched toward Callipolis across the mountain which they call Corax, the highest of mountains, difficult to pass and steep, with an army heavily laden and full of spoils.
πολλοὶ δʼ ἐξέπιπτον ὑπὸ τῆς δυσοδίας ἐς τὰ ἀπόκρημνα, καὶ σκεύεσιν αὐτοῖς καὶ ὅπλοις κατεφέροντο.
Many, owing to the difficulty of the way, fell off into the precipices and were carried down with their baggage and arms.
καὶ αὐτοὺς δυνηθέντες ἂν οἱ Αἰτωλοὶ συνταράξαι οὐδὲ ὤφθησαν, ἀλλʼ ἐς Ῥώμην περὶ εἰρήνης ἐπρέσβευον.
Although the Aetolians could have thrown them into confusion, they were not even seen, but sent ambassadors to Rome for peace.
Ἀντίοχος δὲ τὴν στρατιὰν ἀπὸ τῶν ἄνω σατραπειῶν κατὰ σπουδὴν ἐπὶ θάλασσαν ἐκάλει, καὶ τὰς ναῦς ἐπεσκεύαζε, ναυαρχοῦντος αὐτῷ Πολυξενίδου Ῥοδίου φυγάδος.
On his part, Antiochus summoned his army in haste from the upper satrapies to the sea and refitted his ships, with Polyxenidas, a Rhodian exile, serving as his admiral.
ἔς τε Χερρόνησον διαπλεύσας πάλιν αὐτὴν ὠχύρου, καὶ Σηστὸν καὶ Ἄβυδον ἐκρατύνετο, διʼ ὧν ἔδει τὴν φάλαγγα τὴν Ῥωμαίων ἐς τὴν Ἀσίαν ὁδεῦσαί τε καὶ περᾶσαι.
Crossing to the Chersonesus, he fortified it again and strengthened Sestos and Abydos, through which the Roman phalanx would have to march and cross into Asia.
Λυσιμάχειαν δὲ ταμιεῖον τῷδε τῷ πολέμῳ ποιούμενος, ὅπλα καὶ σῖτον πολὺν ἐς αὐτὴν συνέφερεν, ἡγούμενος αὐτίκα οἱ Ῥωμαίους πεζῷ τε πολλῷ καὶ ναυσὶν ἐπιθήσεσθαι.
Making Lysimacheia his storehouse for this war, he collected arms and much grain in it, thinking that the Romans would immediately attack him with a large infantry force and with ships.
οἱ δὲ Μανίῳ μὲν αἱροῦνται διάδοχον ἐπὶ τὴν στρατηγίαν Λεύκιον Σκιπίωνα, ὃς τότε αὐτοῖς ὕπατος ἦν, ἀπράκτῳ δʼ ὄντι καὶ ἀπειροπολέμῳ σύμβουλον αἱροῦνται τὸν ἀδελφὸν Πόπλιον Σκιπίωνα τὸν Καρχηδονίους ἀφελόμενον τὴν ἡγεμονίαν καὶ πρῶτον ὀνομασθέντα Ἀφρικανόν.
The Romans, on their part, chose Lucius Scipio as successor to Manius for the command, who was then their consul; and since he was inexperienced in business and unskilled in war, they chose as his advisor his brother Publius Scipio, the one who had taken the hegemony from the Carthaginians and was first named Africanus.