§5.39.1παρατηρήσας οὖν ἔξοδον τοῦ βασιλέως εἰς Κάνωβον, διέδωκε τοῖς φυλάττουσιν αὑτὸν φήμην ὡς ἀφίεσθαι μέλλων ὑπὸ τοῦ βασιλέως, καὶ διὰ ταύτην τὴν αἰτίαν αὐτός τε τοὺς αὑτοῦ θεράποντας εἱστία καὶ τοῖς φυλάττουσιν ἱερεῖα καὶ στεφάνους, ἅμα δὲ τούτοις οἶνον ἐξαπέστειλε.
Therefore, having observed the departure of the king to Canopus, he spread a report among his guards that he was about to be released by the king; and for this reason he himself entertained his own servants, and sent to the guards victims for sacrifice and garlands, and along with these some wine.
§5.39.2τῶν δὲ χρωμένων τούτοις ἀνυπονοήτως καὶ καταμεθυσθέντων, παραλαβὼν τοὺς συνόντας φίλους καὶ τοὺς περὶ αὑτὸν παῖδας περὶ μέσον ἡμέρας λαθὼν τοὺς φύλακας ἐξῆλθε μετʼ ἐγχειριδίων.
While the guards partook of these without suspicion and became completely drunk, he took the friends who were with him and his own attendants, and about midday, escaping the notice of the guards, went out with daggers.
§5.39.3προάγοντες δὲ καὶ συντυχόντες κατὰ τὴν πλατεῖαν Πτολεμαίῳ τῷ τότʼ ἐπὶ τῆς πόλεως ἀπολελειμμένῳ, καταπληξάμενοι τῷ παραβόλῳ τοὺς συνόντας αὐτῷ, τοῦτον μὲν κατασπάσαντες ἀπὸ τοῦ τεθρίππου παρέκλεισαν, τὰ δὲ πλήθη παρεκάλουν ἐπὶ τὴν ἐλευθερίαν.
Advancing and meeting in the main street Ptolemy, who had been left in charge of the city at that time, they struck panic into his attendants by the boldness of their attack, and dragging him down from his chariot, shut him up, while they exhorted the multitude to claim their liberty.
§5.39.4οὐδενὸς δὲ προσέχοντος αὐτοῖς οὐδὲ συνεξισταμένου διὰ τὸ παράδοξον τῆς ἐπιβολῆς, ἐπιστρέψαντες ὥρμησαν πρὸς τὴν ἄκραν, ὡς ἀνασπάσοντες ταύτης τὰς πυλίδας καὶ συγχρησόμενοι τοῖς εἰς τὴν φυλακὴν ἀπηγμένοις τῶν ἀνδρῶν.
But since no one paid attention to them or joined the rising, because of the unexpected nature of the attempt, they turned back and rushed towards the citadel, intending to force open its postern gates and make common cause with the men who had been committed to the prison.
§5.39.5ἀποσφαλέντες δὲ καὶ ταύτης τῆς ἐπιβολῆς διὰ τὸ τοὺς ἐφεστῶτας προαισθομένους τὸ μέλλον ἀσφαλίσασθαι τὴν πύλην, προσήνεγκαν αὑτοῖς τὰς χεῖρας εὐψύχως πάνυ καὶ Λακωνικῶς.
Being baffled also in this attempt, because those in charge had anticipated what was coming and secured the gate, they laid hands upon themselves with great courage and in a truly Laconic fashion.
Κλεομένης μὲν οὖν οὕτω μετήλλαξε τὸν βίον, §5.39.6ἀνὴρ γενόμενος καὶ πρὸς τὰς ὁμιλίας ἐπιδέξιος καὶ πρὸς πραγμάτων οἰκονομίαν εὐφυὴς καὶ συλλήβδην ἡγεμονικὸς καὶ βασιλικὸς τῇ φύσει.
In this manner, then, Cleomenes ended his life, having been a man both dexterous in social intercourse and naturally gifted for the administration of affairs, and in a word, a leader and a king by nature.