§4.12.1τὸ τέλος ἐξέβη τοῦ κινδύνου ταῖς ἐπιβολαῖς.
The end of the battle turned out in accordance with their plans.
ἐξαπτομένων γὰρ τῶν εὐζώνων τηροῦντες οἱ τῶν Αἰτωλῶν ἱππεῖς τὴν τάξιν ἀπεχώρουν εἰς τὴν παρώρειαν, σπεύδοντες συνάψαι τοῖς παρʼ αὑτῶν πεζοῖς.
For when the light-armed troops engaged, the Aetolian cavalry retreated to the foothills while maintaining their formation, hurrying to join their own infantry.
§4.12.2οἱ δὲ περὶ τὸν Ἄρατον, οὔτε κατιδόντες καλῶς τὸ γινόμενον οὔτʼ ἐκλογισάμενοι δεόντως τὸ μετὰ ταῦτα συμβησόμενον, ἅμα τῷ τοὺς ἱππεῖς ἰδεῖν ὑποχωροῦντας ἐλπίσαντες αὐτοὺς φεύγειν, §4.12.3τοὺς μὲν ἀπὸ τῶν κεράτων θωρακίτας ἐξαπέστειλαν, παραγγείλαντες βοηθεῖν καὶ συνάπτειν τοῖς παρʼ αὑτῶν εὐζώνοις, αὐτοὶ δʼ ἐπὶ κέρας κλίναντες τὴν δύναμιν ἦγον μετὰ δρόμου καὶ σπουδῆς.
But Aratus and his men, neither observing well what was happening nor calculating properly what would follow, as soon as they saw the cavalry retreating, hoped that they were fleeing, and dispatched the cuirassiers from the wings, ordering them to support and join their own light-armed troops, while they themselves, turning their force into a column, led them at a run and in haste.
§4.12.4οἱ δὲ τῶν Αἰτωλῶν ἱππεῖς, διανύσαντες τὸ πεδίον, ἅμα τῷ συνάψαι τοῖς πεζοῖς αὐτοὶ μὲν ὑπὸ τὴν παρώρειαν ὑποστείλαντες ἔμενον, §4.12.5τοὺς δὲ πεζοὺς ἥθροιζον πρὸς τὰ πλάγια καὶ παρεκάλουν, ἑτοίμως πρὸς τὴν κραυγὴν ἀνατρεχόντων καὶ παραβοηθούντων ἀεὶ τῶν ἐκ τῆς πορείας.
But the Aetolian cavalry, having traversed the plain, as soon as they joined the infantry, remained drawn back under the foothills, and gathered the infantry at the flanks and encouraged them, since those on the march were always running up and coming to their aid readily at the sound of the shouting.
§4.12.6ἐπεὶ δʼ ἀξιομάχους ὑπέλαβον εἶναι σφᾶς αὐτοὺς κατὰ τὸ πλῆθος, συστραφέντες ἐνέβαλον τοῖς προμαχομένοις τῶν Ἀχαϊκῶν ἱππέων καὶ ψιλῶν.
When they deemed themselves to be a match for the enemy in number, they rallied and fell upon the advanced guard of the Achaean cavalry and light troops.
ὄντες δὲ πλείους, καὶ ποιούμενοι τὴν ἔφοδον ἐξ ὑπερδεξίου, πολὺν μὲν χρόνον ἐκινδύνευσαν, τέλος δʼ ἐτρέψαντο τοὺς συγκαθεστῶτας.
Being superior in number and making their attack from higher ground, the conflict was contested for a long time, but at last they routed those opposed to them.
§4.12.7ἐν δὲ τῷ τούτους ἐγκλίναντας φεύγειν οἱ προσβοηθοῦντες θωρακῖται κατὰ πορείαν ἀτάκτως ἐπιπαραγενόμενοι καὶ σποράδην, οἱ μὲν ἀποροῦντες ἐπὶ τοῖς γινομένοις, οἱ δὲ συμπίπτοντες ἀντίοις τοῖς φεύγουσι κατὰ τὴν ἀποχώρησιν, ἀναστρέφειν ἠναγκάζοντο καὶ τὸ παραπλήσιον ποιεῖν.
While these were giving way and fleeing, the supporting cuirassiers, arriving on the march in disorder and in scattered groups, some bewildered by what was happening, others colliding head-on with those fleeing in retreat, were forced to turn back and do the same.
§4.12.8ἐξ οὗ συνέβαινε τοὺς μὲν ἐκ τῆς συγκαταστάσεως ἡττηθέντας μὴ πλείους εἶναι πεντακοσίων, τοὺς δὲ φεύγοντας πλείους δισχιλίων.
As a result of this, it happened that those defeated in the actual engagement did not exceed five hundred, while those fleeing were more than two thousand.
§4.12.9τοῦ δὲ πράγματος αὐτοῦ διδάσκοντος τοὺς Αἰτωλοὺς ὃ δεῖ ποιεῖν, εἵποντο κατόπιν, ἐπιπολαστικῶς καὶ κατακόρως χρώμενοι τῇ κραυγῇ.
Since the situation itself taught the Aetolians what they ought to do, they followed behind, making loud and incessant use of shouting.
§4.12.10ποιουμένων δὲ τῶν Ἀχαϊκῶν τὴν ἀποχώρησιν πρὸς τὰ βαρέα τῶν ὅπλων, ὡς μενόντων ὑπὸ ταῖς ἀσφαλείαις ἐπὶ τῆς ἐξ ἀρχῆς τάξεως, τὸ μὲν πρῶτον εὐσχήμων ἐγένεθʼ ἡ φυγὴ καὶ σωτήριος· §4.12.11συνθεασάμενοι δὲ καὶ τούτους λελοιπότας τὰς τῶν τόπων ἀσφαλείας καὶ μακροὺς ὄντας ἐν πορείᾳ καὶ διαλελυμένους, οἱ μὲν αὐτῶν εὐθέως διαρρέοντες ἀτάκτως ἐποιήσαντο τὴν ἀποχώρησιν ἐπὶ τὰς παρακειμένας πόλεις, §4.12.12οἱ δὲ συμπίπτοντες ἀντίοις τοῖς ἐπιφερομένοις φαλαγγίταις οὐ προσεδέοντο τῶν πολεμίων, αὐτοὶ δὲ σφᾶς αὐτοὺς ἐκπλήττοντες ἠνάγκαζον φεύγειν προτροπάδην.
While the Achaeans were making their retreat towards their heavy-armed force, in the expectation that they were remaining under safety in their original position, at first their flight was orderly and safe; but when they saw that these too had left the safety of their positions and were extended in a long line on the march and disorganized, some of them immediately dispersed in disorder and made their retreat to the neighboring cities, while others, colliding head-on with the advancing phalangites, had no need of the enemy, but throwing themselves into panic, were forced to flee headlong.
ἐχρῶντο δὲ τῇ φυγῇ κατὰ τὴν ἀποχώρησιν, §4.12.13ὡς προείπομεν, ἐπὶ τὰς πόλεις· ὅ τε γὰρ Ὀρχομενὸς αἵ τε Καφύαι σύνεγγυς οὖσαι πολλοὺς ὤνησαν.
And they made their flight during the retreat, as we said before, to the cities; for both Orchomenus and Caphyae being nearby was of great benefit to many.
μὴ γὰρ τούτου συμβάντος ἅπαντες ἂν ἐκινδύνευσαν διαφθαρῆναι παραλόγως.
Indeed, had this not been the case, all would have run the risk of being destroyed contrary to all expectation.
§4.12.14ὁ μὲν οὖν περὶ Καφύας γενόμενος κίνδυνος τοῦ
Thus the battle which took place near Caphyae...