§30.23.1ὅτι ἐξεπολέμησαν κατὰ τὸν καιρὸν τοῦτον Κνώσιοι μετὰ Γορτυνίων πρὸς τοὺς Ῥαυκίους καὶ συνθήκας ἐποιήσαντο πρὸς ἀλλήλους ἐνόρκους μὴ πρότερον λύσειν τὸν πόλεμον πρὶν ἢ κατὰ κράτος ἑλεῖν τὴν Ῥαῦκον.
That, at this time, the Cnossians, along with the Gortynians, made war against the Raucians, and entered into an alliance with each other under oath not to end the war until they had taken Raucus by force.
§30.23.2οἱ δὲ Ῥόδιοι κομισάμενοι τὰ περὶ τῶν Καυνίων καὶ θεωροῦντες οὐ καταλήγουσαν τὴν ὀργὴν τῶν Ῥωμαίων, ἐπειδὴ περὶ πάντων ἀκολούθως ταῖς ἀποκρίσεσιν ἐπειθάρχησαν, εὐθέως τοὺς περὶ Ἀριστοτέλην πρεσβευτὰς καταστήσαντες ἐξέπεμπον εἰς τὴν Ῥώμην, δόντες ἐντολὰς πειράζειν πάλιν περὶ τῆς συμμαχίας.
But the Rhodians, having received the news concerning the Caunians, and seeing that the anger of the Romans did not subside, after they had obeyed in all matters in accordance with the replies, immediately appointed and sent the embassy under Aristoteles to Rome, giving them instructions to make another attempt regarding the alliance.
§30.23.3οἳ καὶ παραγενηθέντες εἰς τὴν Ῥώμην θερείας ἀκμαζούσης εἰσῆλθον εἰς τὴν σύγκλητον καὶ παραυτίκα περὶ τοῦ πεπειθαρχηκέναι τὸν δῆμον τοῖς ἐπιταττομένοις διεσάφουν καὶ παρεκάλουν ὑπὲρ τῆς συμμαχίας, πολλοὺς καὶ ποικίλους διατιθέμενοι λόγους.
And they, having arrived in Rome in the height of summer, entered the Senate, and immediately made clear concerning the people's obedience to the orders and entreated for the alliance, delivering many and various arguments.
ἡ δὲ σύγκλητος ἔδωκεν ἀπόκρισιν, §30.23.4ἐν ᾗ τὴν μὲν φιλίαν παρεσιώπησε, περὶ δὲ τῆς συμμαχίας οὐκ ἔφη καθήκειν αὑτῇ τοῦτο συγχωρεῖν Ῥοδίοις κατὰ τὸ παρόν. —
But the Senate gave a reply, in which, while keeping silence on friendship, concerning the alliance it said that it was not fitting for itself to grant this to the Rhodians at present. —