§30.12.1ὅτι οἱ κατὰ τὴν Ἤπειρον παραπλήσια τούτοις ἔπραττον.
That the people in Epirus did things very similar to these.
§30.12.2ἐφʼ ὅσον γὰρ οἱ πολλοὶ τῶν ἀνθρώπων μετριώτεροι τῶν κατὰ τὴν Αἰτωλίαν ἦσαν, ἐπὶ τοσοῦτον ὁ προεστὼς αὐτῶν ἀσεβέστερος καὶ παρανομώτερος ὑπῆρχε τῶν ἄλλων.
For in proportion as the majority of the people were more moderate than those in Aetolia, to that extent their leader was more impious and lawless than the others.
§30.12.3δοκῶ γὰρ μὴ γεγονέναι μηδʼ ἔσεσθαι θηριωδέστερον ἄνθρωπον μηδʼ εἰκαιότερον Χάροπος. —
For I think that there has never been, nor ever will be, a man more brutal or more reckless than Charops.