§2.20.1οἱ δὲ Βοῖοι θεωροῦντες ἐκπεπτωκότας τοὺς Σήνωνας, καὶ δείσαντες περὶ σφῶν καὶ τῆς χώρας μὴ πάθωσι τὸ παραπλήσιον ἐξεστράτευσαν πανδημεὶ παρακαλέσαντες Τυρρηνούς.
But the Boii, seeing that the Senones had been expelled, and fearing for themselves and their land lest they should suffer a similar fate, marched out with their full force after calling upon the Etruscans to join them.
§2.20.2ἁθροισθέντες δὲ περὶ τὴν Ὀάδμονα προσαγορευομένην λίμνην παρετάξαντο Ῥωμαίοις.
Having assembled around the lake called Vadimon, they drew up in battle array against the Romans.
§2.20.3ἐν δὲ τῇ μάχῃ ταύτῃ Τυρρηνῶν μὲν οἱ πλεῖστοι κατεκόπησαν, τῶν δὲ Βοίων τελέως ὀλίγοι διέφυγον.
In this battle, most of the Etruscans were cut to pieces, while of the Boii, only a very few escaped.
§2.20.4οὐ μὴν ἀλλὰ τῷ κατὰ πόδας ἐνιαυτῷ συμφρονήσαντες αὖθις οἱ προειρημένοι καὶ τοὺς ἄρτι τῶν νέων ἡβῶντας καθοπλίσαντες παρετάξαντο πρὸς Ῥωμαίους.
Nevertheless, in the following year, the aforementioned people made common cause again, and having armed those of their youth who had just reached manhood, they faced the Romans.
§2.20.5ἡττηθέντες δʼ ὁλοσχερῶς τῇ μάχῃ μόλις εἶξαν ταῖς ψυχαῖς καὶ διαπρεσβευσάμενοι περὶ σπονδῶν καὶ διαλύσεων συνθήκας ἔθεντο πρὸς Ῥωμαίους.
Being utterly defeated in the battle, they finally lost heart and yielded, and having sent envoys to treat for a truce and reconciliation, they made a treaty with the Romans.
§2.20.6ταῦτα δὲ συνέβαινεν γίνεσθαι τῷ τρίτῳ πρότερον ἔτει τῆς Πύρρου διαβάσεως εἰς τὴν Ἰταλίαν, πέμπτῳ δὲ τῆς Γαλατῶν περὶ Δελφοὺς διαφθορᾶς.
These events happened to take place in the third year before Pyrrhus' crossing into Italy, and in the fifth year before the destruction of the Galatians around Delphi.
§2.20.7ἐν γὰρ τούτοις ἡ τύχη τοῖς καιροῖς ὡσανεὶ λοιμικήν τινα πολέμου διάθεσιν ἐπέστησε πᾶσι Γαλάταις.
For during these times, Fortune brought upon all the Galatians, as it were, a pestilential disposition for war.
§2.20.8ἐκ δὲ τῶν προειρημένων ἀγώνων δύο τὰ κάλλιστα συνεκύρησε Ῥωμαίοις· τοῦ γὰρ κατακόπτεσθαι συνήθειαν ἐσχηκότες ὑπὸ Γαλατῶν οὐδὲν ἠδύναντο δεινότερον ἰδεῖν οὐδὲ προσδοκῆσαι τῶν αὐτοῖς ἤδη πεπραγμένων·
From the aforementioned contests, two most favorable results befell the Romans; for having become accustomed to being cut to pieces by the Galatians, they could neither see nor expect anything more terrible than what had already been experienced by them.
§2.20.9ἐξ ὧν πρός τε Πύρρον ἀθληταὶ τέλειοι γεγονότες τῶν κατὰ πόλεμον ἔργων συγκατέστησαν, §2.20.10τήν τε Γαλατῶν τόλμαν ἐν καιρῷ καταπληξάμενοι λοιπὸν ἀπερισπάστως τὸ μὲν πρῶτον πρὸς Πύρρον περὶ τῆς Ἰταλίας ἐπολέμουν, μετὰ δὲ ταῦτα πρὸς Καρχηδονίους ὑπὲρ τῆς Σικελιωτῶν ἀρχῆς διηγωνίζοντο.
As a result of which, having become perfect athletes in the works of war, they took the field against Pyrrhus, and having struck terror into the daring of the Galatians in good time, they thereafter waged war without distraction, first against Pyrrhus for Italy, and after this, they contended with the Carthaginians for the dominion over Sicily.