§12.4b.1καὶ μὴν ἐν τοῖς περὶ Πύρρου πάλιν φησὶ τοὺς Ῥωμαίους ἔτι νῦν ὑπόμνημα ποιουμένους τῆς κατὰ τὸ Ἴλιον ἀπωλείας ἐν ἡμέρᾳ τινὶ κατακοντίζειν ἵππον πολεμιστὴν πρὸ τῆς πόλεως ἐν τῷ Κάμπῳ καλουμένῳ, διὰ τὸ τῆς Τροίας τὴν ἅλωσιν διὰ τὸν ἵππον γενέσθαι τὸν δούριον προσαγορευόμενον, πρᾶγμα πάντων παιδαριωδέστατον·
Moreover, in his history of Pyrrhus, he says again that the Romans, even now keeping a memorial of the destruction at Ilium, on a certain day shoot with javelins a war-horse before the city in the place called the Campus, because the capture of Troy came about through the horse called the wooden horse—a claim most childish of all.
§12.4b.2οὕτω μὲν γὰρ δεήσει πάντας τοὺς βαρβάρους λέγειν Τρώων ἀπογόνους ὑπάρχειν· §12.4b.3σχεδὸν γὰρ πάντες, εἰ δὲ μή γʼ, οἱ πλείους, ὅταν ἢ πολεμεῖν μέλλωσιν ἐξ ἀρχῆς ἢ διακινδυνεύειν πρός τινας ὁλοσχερῶς, ἵππον προθύονται καὶ σφαγιάζονται, σημειούμενοι τὸ μέλλον
For on this principle, it will be necessary to say that all barbarians are descendants of the Trojans; since almost all, or if not all, at least the majority of them, when they are about either to begin a war or to risk a decisive battle against someone, sacrifice a horse beforehand and slaughter it, taking omens for the future.