§12.25f.1δῆλον δʼ ἔσται τὸ λεγόμενον ἔτι μᾶλλον ἐκ τῶν ἐπιφερομένων, οἷον εὐθέως ἐκ τῶν συμβεβηκότων Ἐφόρῳ κατὰ τόπους τινὰς τῆς ἱστορίας.
What is being said will be even clearer from what follows, for example immediately from what happened to Ephorus in certain parts of his history.
ἐκεῖνος γὰρ ἐν τοῖς πολεμικοῖς τῶν μὲν κατὰ θάλατταν ἔργων ἐπὶ ποσὸν ὑπόνοιαν ἐσχηκέναι μοι δοκεῖ, τῶν δὲ κατὰ γῆν ἀγώνων ἄπειρος εἶναι τελέως.
For he seems to me, in military matters, to have had some understanding of naval operations to a certain extent, but to be completely inexperienced in land battles.
§12.25f.2τοιγαροῦν ὅταν μὲν πρὸς τὰς περὶ Κύπρον ναυμαχίας καὶ τὰς περὶ Κνίδον ἀτενίσῃ τις, αἷς ἐχρήσανθʼ οἱ βασιλέως στρατηγοὶ πρὸς Εὐαγόραν τὸν Σαλαμίνιον καὶ πάλιν πρὸς Λακεδαιμονίους θαυμάζειν τὸν συγγραφέα καὶ κατὰ τὴν δύναμιν καὶ κατὰ τὴν ἐμπειρίαν εἰκὸς καὶ πολλὰ τῶν χρησίμων ἀπενέγκασθαι πρὸς τὰς ὁμοίας περιστάσεις·
Therefore, when one directs his attention to the naval battles around Cyprus and Knidos, which the King's generals engaged in against Evagoras of Salamis and again against the Lacedaemonians, it is natural to admire the historian both for his ability and for his experience, and to carry away many useful things for similar circumstances.
§12.25f.3ὅταν δὲ τὴν περὶ Λεῦκτρα μάχην ἐξηγῆται Θηβαίων καὶ Λακεδαιμονίων ἢ τὴν ἐν Μαντινείᾳ πάλιν τῶν αὐτῶν τούτων, ἐν ᾗ καὶ μετήλλαξε τὸν βίον Ἐπαμινώνδας, ἐν τούτοις ἐὰν ἐπὶ τὰ κατὰ μέρος ἐπιστήσας τις θεωρῇ τὰς ἐκτάξεις καὶ μετατάξεις τὰς κατʼ αὐτοὺς τοὺς κινδύνους, γελοῖος φαίνεται καὶ παντελῶς ἄπειρος καὶ ἀόρατος τῶν τοιούτων ὤν.
But when he explains the battle of Leuctra between the Thebans and Lacedaemonians, or again that of Mantinea between these same peoples, in which Epaminondas also ended his life, in these cases if someone, having directed his attention to the details, contemplates the deployments and redeployments during the actual battles, he appears ridiculous and completely inexperienced, being blind to such matters.
§12.25f.4ὁ μὲν οὖν ἐν τοῖς Λεύκτροις κίνδυνος ἁπλοῦς γεγονὼς καὶ καθʼ ἕν τι μέρος τῆς δυνάμεως οὐ λίαν ἐκφανῆ ποιεῖ τὴν τοῦ συγγραφέως ἀπειρίαν· ὁ δὲ περὶ τὴν Μαντίνειαν τὴν μὲν ἔμφασιν ἔχει ποικίλην καὶ στρατηγικήν, ἔστι δʼ ἀνυπόστατος καὶ τελέως ἀδιανόητος τῷ συγγραφεῖ.
Now the battle at Leuctra, having been simple and having taken place in only one part of the force, does not make the historian's inexperience too obvious; but that around Mantinea, while having a complex and strategic appearance, is untenable and completely incomprehensible to the writer.
τοῦτο δʼ ἔσται δῆλον, §12.25f.5ἐάν τις τοὺς τόπους ὑποθέμενος ἀληθινῶς ἐπιμετρῇ τὰς κινήσεις τὰς ὑπʼ αὐτοῦ δηλουμένας.
And this will be clear, if someone, assuming the topography truly, measures the movements described by him.
§12.25f.6τὸ δʼ αὐτὸ συμβαίνει καὶ Θεοπόμπῳ καὶ μάλιστα Τιμαίῳ, περὶ οὗ νῦν ὁ λόγος·
The same thing happens also to Theopompus and especially to Timaeus, who is the subject of our present discourse.
§12.25f.7οὗ μὲν γὰρ ἂν ὑπὲρ τῶν τοιούτων κεφαλαιώδη ποιήσωνται τὴν ὑπόθεσιν, διαλανθάνουσιν, οὗ δʼ ἂν βουληθῶσι διαθέσθαι καὶ συνυποδεῖξαί τι τῶν κατὰ μέρος, τοιοῦτοι φαίνονται καὶ πάντως οἷος Ἔφορος. —
For where they make their treatment of such matters summary, they escape notice, but where they wish to set forth and demonstrate any of the details, they appear to be in every way such as Ephorus is.