§1.16.1προσπεσόντων γὰρ εἰς τὴν Ῥώμην ἐκ τῆς Σικελίας τῶν περὶ τὸν Ἄππιον καὶ τὰ στρατόπεδα προτερημάτων, καταστήσαντες ὑπάτους Μάνιον Ὀτακίλιον καὶ Μάνιον Οὐαλέριον τάς τε δυνάμεις ἁπάσας ἐξαπέστελλον καὶ τοὺς στρατηγοὺς ἀμφοτέρους εἰς τὴν Σικελίαν.
For when the news of the successes of Appius and his legions arrived at Rome from Sicily, the Romans, having appointed Manius Otacilius and Manius Valerius as consuls, dispatched their entire forces and both generals to Sicily.
§1.16.2ἔστι δὲ παρὰ Ῥωμαίοις τὰ πάντα τέτταρα στρατόπεδα Ῥωμαϊκὰ χωρὶς τῶν συμμάχων, ἃ κατʼ ἐνιαυτὸν προχειρίζονται· τούτων ἕκαστον ἀνὰ τετρακισχιλίους πεζούς, ἱππεῖς δὲ τριακοσίους.
Now there are among the Romans four Roman legions in all, apart from the allies, which they enroll annually; each of these consists of four thousand infantry and three hundred cavalry.
§1.16.3ὧν παραγενομένων ἀπό τε τῶν Καρχηδονίων αἱ πλείους ἀφιστάμεναι πόλεις προσετίθεντο τοῖς Ῥωμαίοις ἀπό τε τῶν Συρακοσίων.
Upon their arrival, most of the cities, revolting both from the Carthaginians and from the Syracusans, joined the Romans.
§1.16.4ὁ δʼ Ἱέρων θεωρῶν τὴν διατροπὴν καὶ κατάπληξιν τῶν Σικελιωτῶν, ἅμα δὲ τὸ πλῆθος καὶ τὸ βάρος τῶν Ῥωμαϊκῶν στρατοπέδων, ἐκ πάντων συνελογίζετο τούτων ἐπικυδεστέρας εἶναι τὰς τῶν Ῥωμαίων ἢ τὰς τῶν Καρχηδονίων ἐλπίδας.
Hiero, seeing the dismay and consternation of the Sicilians, and at the same time the number and weight of the Roman legions, concluded from all these things that the prospects of the Romans were more promising than those of the Carthaginians.
§1.16.5διόπερ ἐπὶ τοῦτο τὸ μέρος ὁρμήσας τοῖς λογισμοῖς διεπέμπετο πρὸς τοὺς στρατηγούς, ὑπὲρ εἰρήνης καὶ φιλίας ποιούμενος τοὺς λόγους.
Therefore, turning his thoughts in this direction, he sent envoys to the generals, making proposals for peace and friendship.
§1.16.6οἱ δὲ Ῥωμαῖοι προσεδέξαντο, καὶ μάλιστα διὰ τὰς χορηγίας· §1.16.7θαλαττοκρατούντων γὰρ τῶν Καρχηδονίων εὐλαβοῦντο μὴ πανταχόθεν ἀποκλεισθῶσι τῶν ἀναγκαίων διὰ τὸ καὶ περὶ τὰ πρὸ τοῦ διαβάντα στρατόπεδα πολλὴν ἔνδειαν γεγονέναι τῶν ἐπιτηδείων.
And the Romans accepted, and this chiefly for the sake of supplies; for since the Carthaginians held the command of the sea, they were afraid of being cut off from necessities on all sides, because even for the legions that had crossed over previously, a great scarcity of provisions had occurred.
§1.16.8διόπερ ὑπολαβόντες τὸν Ἱέρωνα μεγάλην εἰς τοῦτο τὸ μέρος αὑτοῖς παρέξεσθαι χρείαν ἀσμένως προσεδέξαντο τὴν φιλίαν.
therefore, supposing that Hiero would render them great service in this respect, they gladly accepted his friendship.
§1.16.9ποιησάμενοι δὲ συνθήκας ἐφʼ ᾧ τὰ μὲν αἰχμάλωτα χωρὶς λύτρων ἀποδοῦναι τὸν βασιλέα Ῥωμαίοις, ἀργυρίου δὲ προσθεῖναι τάλαντα τούτοις ἑκατόν, λοιπὸν ἤδη Ῥωμαῖοι μὲν ὡς φίλοις καὶ συμμάχοις ἐχρῶντο τοῖς Συρακοσίοις.
Having made a treaty on the terms that the king should restore the prisoners to the Romans without ransom, and in addition pay them one hundred talents of silver, henceforth the Romans treated the Syracusans as friends and allies.
§1.16.10ὁ δὲ βασιλεὺς Ἱέρων ὑποστείλας ἑαυτὸν ὑπὸ τὴν Ῥωμαίων σκέπην καὶ χορηγῶν ἀεὶ τούτοις εἰς τὰ κατεπείγοντα τῶν πραγμάτων ἀδεῶς ἐβασίλευε τῶν Συρακοσίων τὸν μετὰ ταῦτα χρόνον, φιλοστεφανῶν καὶ φιλοδοξῶν εἰς τοὺς Ἕλληνας.
And King Hiero, having placed himself under the protection of the Romans, and always supplying them for the urgent requirements of their affairs, ruled over the Syracusans without fear for the future, devoting himself to winning crowns and gaining glory among the Greeks.
§1.16.11ἐπιφανέστατος γὰρ δὴ πάντων οὗτος δοκεῖ καὶ πλεῖστον χρόνον ἀπολελαυκέναι τῆς ἰδίας εὐβουλίας ἔν τε τοῖς κατὰ μέρος καὶ τοῖς καθόλου πράγμασιν.
For indeed he seems to have been the most illustrious of all, and to have enjoyed the fruits of his own wisdom for the longest time, both in individual and in general affairs.