§19δέομαι οὖν ὑμῶν, ὦ ἄνδρες δικασταί, τὴν αὐτὴν νῦν περὶ ἐμοῦ γνώμην ἔχειν ἥνπερ καὶ ἐν τῷ τέως χρόνῳ, καὶ μὴ μόνον τῶν δημοσίων λῃτουργιῶν μεμνῆσθαι, ἀλλὰ τῶν ἰδίων ἐπιτηδευμάτων ἐνθυμεῖσθαι, ἡγουμένους ταύτην εἶναι λῃτουργίαν ἐπιπονωτάτην, διὰ τέλους τὸν πάντα χρόνον κόσμιον εἶναι καὶ σώφρονα καὶ μήθʼ ὑφʼ ἡδονῆς ἡττηθῆναι μήθʼ ὑπὸ κέρδους ἐπαρθῆναι, ἀλλὰ τοιοῦτον παρασχεῖν ἑαυτὸν ὥστε μηδένα τῶν πολιτῶν μήτε μέμψασθαι μήτε δίκην τολμῆσαι προσκαλέσασθαι.
Therefore, gentlemen of the jury, I ask of you to hold the same opinion about me now as you did in the past, and not only to remember my public services, but to keep in mind my private habits, believing that this is the most arduous public service: to remain orderly and self-controlled through all time, to the very end, and to be neither overcome by pleasure nor elated by gain, but to present oneself in such a way that none of the citizens would dare either to censure or to summon one to court.
§20οὔκουν ἄξιον, ὦ ἄνδρες δικασταί, πειθομένους κατηγόροις τοιούτοις ἐμοῦ καταψηφίσασθαι, οἳ περὶ ἀσεβείας μὲν ἀγωνιζόμενοι τηλικοῦτοι γεγόνασιν, οὐκ ἂν δυνάμενοι δʼ ὑπὲρ τῶν σφετέρων ἁμαρτημάτων ἀπολογήσασθαι ἑτέρων κατηγορεῖν τολμῶσι.
Therefore, gentlemen of the jury, it is not right for you to vote against me by trusting such accusers, who have become so notable by contesting cases about impiety, and who, although they would not be able to defend themselves for their own sins, dare to accuse others.
καὶ ὧν Κινησίας οὕτω διακείμενος πλείους στρατείας ἐστράτευται, οὗτοι περὶ τῶν τῆς πόλεως ἀγανακτοῦσι.
And although even those among them of such a condition as Cinesias have made more military expeditions, these men are indignant about the affairs of the city.
καὶ ἐξ ὧν μὲν ἡ πόλις εὐδαίμων ἔσται, οὐ συμβάλλονται, πάντα δὲ ποιοῦσιν ὅπως ὑμεῖς τοῖς εὖ πεποιηκόσιν ὀργισθήσεσθε.
And while they contribute nothing from which the city will be prosperous, they do everything so that you will be angry with those who have done you good.
§21οὗτοι μὲν οὖν, ὦ ἄνδρες δικασταί, ἐν τῷ δήμῳ κατείποιεν ὑμῖν τὰ σφέτερʼ αὐτῶν ἐπιτηδεύματα· οὐ γὰρ ἂν ἔχοιμι ὅ τι τούτου μεῖζον αὐτοῖς εὐξαίμην κακόν·
Therefore, gentlemen of the jury, let these men denounce their own habits to you in the assembly; for I could pray for no greater evil for them than this.
ἐγὼ δʼ ὑμῶν δέομαι καὶ ἱκετεύω καὶ ἀντιβολῶ μὴ καταγνῶναι δωροδοκίαν ἐμοῦ, μηδʼ ἡγήσασθαι τοσαῦτα χρήματα εἶναι, διʼ ἃ ἐγὼ βουληθείην ἄν τι κακὸν τῇ πόλει γενέσθαι.
But I ask, supplicate, and entreat of you not to condemn me for taking bribes, nor to think that there is so much money for the sake of which I would wish any evil to happen to the city.
§22μαινοίμην γὰρ ἄν, ὦ ἄνδρες δικασταί, εἰ τὴν μὲν πατρῴαν οὐσίαν φιλοτιμούμενος εἰς ὑμᾶς ἀναλίσκοιμι, ἐπὶ δὲ τῷ τῆς πόλεως κακῷ παρὰ τῶν ἄλλων δωροδοκοίην.
For I would be mad, gentlemen of the jury, if, while I spend my ancestral property on you out of ambition, I should take bribes from others for the harm of the city.
ἐγὼ μὲν οὖν, ὦ ἄνδρες δικασταί, οὐκ οἶδʼ οὕστινας ἢ ὑμᾶς ἐβουλήθην περὶ ἐμοῦ δικαστὰς γενέσθαι, εἴπερ χρὴ τοὺς εὖ πεπονθότας περὶ τῶν εὖ πεποιηκότων εὔχεσθαι τὴν ψῆφον φέρειν.
Therefore, gentlemen of the jury, I do not know what other men than you I would have wished to become judges about me, if indeed it is right for those who have received benefits to pray to cast their vote concerning those who have done them good.
§23καὶ μὲν δή, ὦ ἄνδρες δικασταί, (ἐπιθυμῶ γὰρ καὶ τούτων μνησθῆναι) οὐδεπώποτε λῃτουργεῖν ὑπὲρ ὑμῶν δέον δεινὸν ἡγούμην, εἰ τοσούτῳ πενεστέρους τοὺς παῖδας καταλείψω, ἀλλὰ πολὺ μᾶλλον εἰ μὴ προθύμως ποιήσω τὰ προσταχθέντα· §24οὐδʼ εἴ ποτε κινδυνεύσειν ἐν ταῖς ναυμαχίαις μέλλοιμι, οὐδεπώποτʼ ἠλέησα οὐδʼ ἐδάκρυσα οὐδʼ ἐμνήσθην γυναικὸς οὐδὲ παίδων τῶν ἐμαυτοῦ, οὐδʼ ἡγούμην δεινὸν εἶναι εἰ τελευτήσας ὑπὲρ τῆς πατρίδος τὸν βίον ὀρφανοὺς καὶ πατρὸς ἀπεστερημένους αὐτοὺς καταλείψω, ἀλλὰ πολὺ μᾶλλον εἰ σωθεὶς αἰσχρῶς ὀνείδη καὶ ἐμαυτῷ καὶ ἐκείνοις περιάψω.
And indeed, gentlemen of the jury (for I desire to mention these things as well), whenever it was necessary to perform public services for you, I never thought it a terrible thing if I should leave my children so much poorer, but much more if I should not perform the orders with zeal; nor if I should ever be about to run risks in sea battles, did I ever pity myself or weep or mention my wife or my children, nor did I think it a terrible thing if, having ended my life for the homeland, I should leave them orphans and deprived of a father, but much more if, having saved myself shamefully, I should attach disgrace both to myself and to them.
§25ἀνθʼ ὧν ὑμᾶς ἀπαιτῶ νῦν τὴν χάριν, καὶ ἀξιῶ, ἐν τοῖς κινδύνοις ἐμοῦ τοιαύτην περὶ ὑμῶν γνώμην ἔχοντος, ὑμᾶς νυνὶ ἐν τῷ θαρραλέῳ ὄντας ἐμὲ καὶ τοὺς παῖδας τούτους περὶ πολλοῦ ποιήσασθαι, ἡγουμένους ἡμῖν μὲν δεινὸν ὑμῖν δὲ αἰσχρὸν εἶναι, εἰ ἀναγκασθησόμεθα ἐπὶ τοιαύταις αἰτίαις ἄτιμοι γενέσθαι, ἢ στερηθέντες τῶν ὑπαρχόντων πένητες εἶναι καὶ πολλῶν ἐνδεεῖς ὄντες περιιέναι, ἀνάξια μὲν ἡμῶν αὐτῶν πεπονθότες, ἀνάξια δὲ τῶν εἰς ὑμᾶς ὑπηργμένων.
In return for which I demand the favor from you now, and I deem it right that, while I held such an opinion about you in times of danger, you now, being in safety, should hold me and these children of mine in high esteem, believing that it is a terrible thing for us and a shameful one for you if we should be forced to become disenfranchised on such charges, or to be poor, deprived of our possessions, and to wander about in need of many things, having suffered things unworthy of ourselves, and unworthy of the services previously rendered to you.
μηδαμῶς, ὦ ἄνδρες δικασταί· ἀλλʼ ἀποψηφισάμενοι τοιούτοις ἡμῖν χρῆσθε πολίταις οἵοισπερ ἐν τῷ πρόσθεν χρόνῳ.
By no means, gentlemen of the jury; but having voted for my acquittal, treat us as such citizens as we were in the past.