§4.1Αὕτη ἡ βίβλος τῶν προσταγμάτων τοῦ θεοῦ, καὶ ὁ νόμος ὁ ὑπάρχααον εἰς τὸν αἰώνα· πάντες οἵ κρατοῦντες αὐτὴν, εἰς ζωήν· οἱ δὲ καταλείποντες αὐτὴν ἀποθανοῦνται.
This is the book of the commandments of God, and the law that endureth for ever: all they that keep it shall come to life; but such as leave it shall die.
§4.2ἐπιστρέφου, Ἰακώβ, καὶ ἐπιλαβοῦ αὐτῆς, διόδευσον πρὸς τὴν λάμψιν κατέναντι τοῦ φωτὸς αὐτῆς.
Turn thee, O Jacob, and take hold of it: walk in the presence of the light thereof, that thou mayest be illuminated.
§4.3μὴ δῷς ἑτέρῳ τὴν δόξαν σου, καὶ τὰ συμφέροντά σοι ἔθνει ἀλλοτρίῳ.
Give not thine honour to another, nor the things that are profitable unto thee to a strange nation.
§4.4μακάριοί ἐσμεν, Ἰσραήλ, ὅτι τὰ ἀρεστὰ τοῦ θεοῦ ἡμῖν γνωστά ἐστιν.
O Israel, happy are we: for things that are pleasing to God are made known unto us.
§4.5Ραρσεῖτε, λαός μου, μνημόσυνον Ἰσραήλ.
Be of good cheer, my people, the memorial of Israel.
§4.6ἐπράθητε τοῖς ἔθνεσιν οὐκ εἰς ἀπώλειαν, διὰ δὲ τὸ παροργίσαι ὑμᾶς τὸν θεόν, παρεδόθητε τοῖς ὑπεναντίοις.
Ye were sold to the nations, not for [your] destruction, but because ye moved God to wrath, ye were delivered unto the enemies.
§4.7παροξύνατε γὰρ τὸν ποιήσαντα ὑμᾶς θύσαντες δαιμονίοις καὶ οὐ θεῷ·
For ye provoked him that made you by sacrificing unto devils, and not to God.
§4.8ἐπελάθεοθκ ¹τὸν τροφεύσαντα ὑμᾶς θεὸν αἰώνιον, ἐλυπήσατε δὴ καὶ τὴν ἐκθρέψασαν ὑμᾶς Ἰερουσαλήμ.
Ye have forgotten the everlasting God, that brought you up; and ye have grieved Jerusalem, that nursed you.
§4.9ἴδεν γὰρ τὴν ἐπελθοῦσαν ὑμῖν ὀργὴν παρὰ τοῦ θεοῦ, καὶ εἶπεν Ἀκούσατε, αἱ πάροικοι Σειών, ἐπήγαγέν μοι ὁ θεὸς πένθος μέγα. §4.10ἴδον γὰρ τὴν αἰχμαλωσίαν τῶν υἱῶν μου καὶ τῶν θυγατέρων, ἦν ἐπήγαγεν αὐτοῖς ὁ αἰώνιος.
For when she saw the wrath of God coming upon you, she said, Hearken, O ye that dwell about Sion: God hath brought upon me great mourning; For I saw the captivity of my sons and daughters, which the Everlasting brought upon them.
§4.11ἔθρεψα γὰρ αὐτοὺς μετ᾿ εὐφροσύνης, ἐξαπέστειλα δἐ μετὰ κλαυθμοῦ καὶ πένθους.
With joy did I nourish them; but sent them away with weeping and mourning.
§4.12μηδεὶς ἐπιχαιρέτω μοι τῇ χήρε καὶ καταλειφθείσῃ ὑπὸ πολλῶν· ἠρημώθην διὰ τὰς ἁμαρτίας τῶν τέκνων μου, διότι ἐξέκλιναν ἐκ νόμου θεοῦ
Let no man rejoice over me, a widow, and forsaken of many: for the sins of my children I am left desolate; because they departed from the law of God.
§4.13καὶ δικαιώματα αὐτοῦ οὐκ ἔγνωσαν, οὐδὲ ἐπορεύθησαν ὁδοῖς ἐντολῶν θεοῦ, οὐδὲ τρίβους παιδίας ἐν δικαιοσύνῃ αὐτοῦ ἐπέβησαν.
They knew not his statutes, nor walked in the ways of his commandments, nor trod the paths of discipline in his righteousness.
§4.14ἐλθάτωσαν αἱ πάροικοι Σειών, καὶ μνήσθητε τὴν αἰχμαλωσίαν τῶν υἱῶν μου καὶ θυγατέραον, ἣν ἐπήγαγεν αὐτοῖς ὁ αἰώνιος.
Let them that dwell about Sion come, and remember ye the captivity of my sons and daughters, which the Everlasting hath brought upon them.
§4.15ἐπήγαγεν γὰρ ἐπʼ αὐτοὺς ἔθνος μακρόθεν, ἔθνος ἀναιδές καὶ ἀλλόγλωσσον· ὅτι οὐκ ἠσχύνθησαν πρεσβύτην οὐδὲ παιδίον ἠλέησαν,
For he hath brought a nation upon them from far, a shameless nation, and of a strange language, who neither reverenced old man, nor pitied child.
§4.16καὶ ἀπήγαγον τοὺς ἀγαπητοὺς τῆς χήρας, καὶ ἀπὸ τῶν θυγατέρων τὴν μόνην ἠρήμωσαν.
These have carried away the dear beloved children of the widow, and left her that was alone desolate without daughters.
§4.17ἐγὼ δὲ τί δυνατὴ βοηθῆσαι ὑμῖν;
But what can I help you?
§4.18ὁ γὰρ ἐπαγαγὼν τὰ κακὰ ἐξελεῖται ὑμᾶς ἐκ χειρὸς ἐχθρῶν ὑμῶν.
For he that brought these plagues upon you will deliver you from the hands of your enemies.
§4.19βαδίζετε, τέκνα, βαδίζετε, ἐγὼ γὰρ κατελείφθην ἔρημος.
Go your way, O my children, go your way: for I am left desolate.
§4.20ἐξεδυσάμην τὴν στολὴν τῆς εἰρήνης, ἐνεδυσάμην δὲ σάκκον τῆς δεήσεως μου· κεκράξομαι πρὸς τὸν αἰώνιον ἐν ταῖς ἡμέραις μου.
I have put off the clothing of peace, and put upon me the sackcloth of my prayer: I will cry unto the Everlasting in my days.
§4.21Ραρρεῖτε, τέκνα, βοήσατε πρὸς τὸν θεόν, καὶ ἐξελεῖται ὑμᾶς ἐκ δυναστείας, ἐκ χειρὸς ἐχθρῶν.
Be of good cheer, O my children, cry unto the Lord, and he shall deliver you from the power and hand of the enemies.
§4.22ἐγὼ γὰρ ἥλπισα ἐπὶ τῷ αἰωνίῳ τὴν σωτηρίαν ὑμῶν, καὶ ἔλθέν μοι χαρὰ παρὰ τοῦ ἁγίου ἐπὶ τῇ ἐλεημοσύνῃ, ἡ ἤξει ὑμῖν ἐν τάχει παρὰ τοῦ αἰωνίου σωτῆρος ὑμῶν.
For my hope is in the Everlasting, that he will save you; and joy is come unto me from the Holy One, because of the mercy which shall soon come unto you from the Everlasting your Saviour.
§4.23ἐξέπεμψα γὰρ ὑμᾶς μετὰ πένθους καὶ κλαυθμοῦ, ἀποδώσει δέ μοι ὁ θεὸς ὑμᾶς μετά χαρμοσύνης καὶ εὐφροσύνης εἰς τὸν αἰῶνα.
For I sent you out with mourning and weeping: but God will give you to me again with joy and gladness for ever.
§4.24ἅσπερ γὰρ νῦν ἑωράκασιν αἱ πάροικοι Σειὼν τὴν ὑμετέραν αἰχμαλωσίαν, οὕτως ὄψονται ἐν τάχει τὴν παρὰ τοῦ θεοῦ ὑμῶν σωτηρίαν, ἡ ἐπελεύσεται ὑμῖν μετὰ δόξης μεγάλης καὶ λαμπρότητος τοῦ αἰωνίου.
Like as now the neighbours of Sion have seen your captivity: so shall they see shortly your salvation from our God, which shall come upon you with great glory, and brightness of the Everlasting.
§4.25τέκνα, μακροθυμήσατε τὴν παρὰ τοῦ θεοῦ ἐπελθοῦσαν ὑμῖν ὀργήν· κατεδίωξέν σε ὁ ἐχθρός, καὶ ὄψει αὐτοῦ τὴν ἀπώλειαν ἐν τάχει, καὶ ἐπὶ τραχήλους αὐτῶν ἐπιβήσῃ.
My children, suffer patiently the wrath that is come upon you from God: for thine enemy hath persecuted thee; but shortly thou shalt see his destruction, and shalt tread upon his neck.
§4.26οἱ τρυφεροί μου ἐπορεύθησαν ὁδοὺς τραχείας, ρθησαν ὡς ποίμνιον ἡρπασμένον ὑπὸ ἐχθρῶν.
My delicate ones have gone rough ways, and were taken away as a flock caught of the enemies.
§4.27Θαρρήσατε, τέκνα, καὶ βοήσατε πρὸς τὸν θεόν, ἔσται γὰρ ὑμῶν ὑπὸ τοῦ ἐπάγοντος μνεία.
Be of good comfort, O my children, and cry unto God: for ye shall be remembered of him that brought these things upon you.
§4.28ώσπερ γὰρ ἐγένετο ἡ διάνοια ὑμῶν εἰς τὸ πλανηθῆναι ἀπὸ τοῦ θεοῦ, δεκαπλασιάσατε ἐπιστραφέντες ζητῆσαι αὐτόν.
For as it was your mind to go astray from God: so, being returned, seek him ten times more.
§4.29ὁ γὰρ ἐπαγαγὼν ὑμῖν τὰ κακὰ ἐπάξει ὑμῖν τὴν αἰώνιον εὐφροσύνην μετὰ τῆς σωτηρίας ὑμῶν.
For he that hath brought these plagues upon you shall bring you everlasting joy again with your salvation.
§4.30Θάρσει, Ἰερουσαλήμ, παρακαλέσει σε ὁ ὀνομάσας σε.
Take a good heart, O Jerusalem: for he that gave thee that name will comfort thee.
§4.31δείλαιοι οἱ σέ κακώσαντες καὶ ἐπιχαρέντες τῇ σῇ πτώσει,
Miserable are they that afflicted thee, and rejoiced at thy fall.
§4.32δείλαιαι αἱ πόλεις αἷς ἐδούλευσαν τὰ τέκνα σου, δειλαία ἡ δεξαμένη τοὺς υἱούς σου.
Miserable are the cities which thy children served: miserable is she that received thy sons.
§4.33ὥσπερ γὰρ ἐχάρη ἐπὶ τῇ σῇ πτώσει καὶ εὐφράνθη ἐπὶ τῷ πτώματί σου, οὕτως λυπηθήσεται ἐπὶ τῇ ἑαυτῆς ἐρημίᾳ.
For as she rejoiced at thy ruin, and was glad of thy fall: so shall she be grieved for her own desolation.
§4.34καὶ περιελῶ αὐτῆς τὸ ἀγαλλίαμα τῆς πολυοχλίας, καὶ τὸ ἀγαυρίαμα αὐτῆς εἰς πένθος.
For I will take away the rejoicing of her great multitude, and her pride shall be turned into mourning.
§4.35πῦρ γάρ ἐπελεύσεται αὐτῇ παρά τοῦ αἰωνίου εἰς ἡμέρας μακράς. καὶ κατοικηθήσεται ὑπὸ δαιμονίων τὸν πλείονα χρόνον.
For fire shall come upon her from the Everlasting, long to endure; and she shall be inhabited of devils for a great time.
§4.36περίβλεψαι πρὸς ἀνατολάς, Ἰερουσαλήμ, καὶ ἴδε τὴν εὐφροσύνην τὴν παρά τοῦ θεοῦ σοι ἐρχομίνην.
O Jerusalem, look about thee toward the east, and behold the joy that cometh unto thee from God.
§4.37ἰδοὺ ἔρχονται οἱ υἱοί σου οὓς ἐξαπέστειλας, ἔρχονται συνηγμένοι ἀπʼ ἀνατολῶν ἕως δυσμῶν τῷ όήματι τοῦ ἁγίου. χαίροντες τῇ τοῦ θεοῦ δόξῃ.
Lo, thy sons come, whom thou sentest away, they come gathered together from the east to the west by the word of the Holy One, rejoicing in the glory of God.