§1.1ΛΟΓΟΣ Κυρίου ὃς ἐγενήθη πρὸς Ὡσῆε τὸν τοῦ Βεηρεὶ ἐν ἡμέραις Ὀζείου καὶ Ἰωαθὰμ καὶ Ἀχὰς καὶ Ἑζεκίου βασιλέων Ἰούδα καὶ ἐν ἡμέραις Ἰεροβοὰμ υἱοῦ Ἰωὰς βασιλέως Ἰσραήλ.
The word of the Lord which came to Hosea the son of Beeri, in the days of Uzziah, Jotham, Ahaz, and Hezekiah, kings of Judah, and in the days of Jeroboam the son of Joash, king of Israel.
§1.2Ἀρχὴ λόγου Κυρίου ἐν Ὡσκῆε.
The beginning of the word of the Lord by Hosea.
καὶ εἶπεν Κύριος πρὸς Ὡσηέ Βάδιζε λάβε σεαυτῷ γυναῖκα πορνείας καὶ τέκνα πορνείας, διότι ἐκπορνεύουσα ἐκπορνεύσει ἡ γῆ ἀπὸ ὄπισθεν τοῦ κυρίου. §1.3καὶ ἐπορεύθη καὶ ἔλαβεν τὴν Γόμερ θυγατέρα Δεβηλάιμ, καὶ συνέλαβεν καὶ ἔτεκεν αὐτῷ υἱόν.
And the Lord said to Hosea, "Go, take for yourself a wife of whoredom and children of whoredom, for the land commits great whoredom, departing from behind the Lord." So he went and took Gomer the daughter of Diblaim, and she conceived and bore him a son.
§1.4καὶ εἶπεν Κύριος πρὸς αὐτόν Κάλεσον τὸ ὄνομα αὐτοῦ Ἰεζραέλ, διότι ἔτι μικρὸν καὶ ἐκδικήσω τὸ αἷμα τοῦ Ἰεζραὲλ ἐπὶ τὸν οἶκον Ἰούδα, καὶ καταπαύσω βασιλείαν οἴκου Ἰσραήλ·
And the Lord said to him, "Call his name Jezreel, for yet a little while and I will avenge the blood of Jezreel upon the house of Judah, and I will put an end to the kingdom of the house of Israel.
§1.5καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ συντρίψω τὸ τόξον τοῦ Ἰσραὴλ ἐν κοιλάδι τοῦ Ἰεζραέλ. §1.6καὶ συνέλαβεν ἔτι καὶ ἔτεκεν θυγατέρα.
And it shall come to pass on that day that I will break the bow of Israel in the valley of Jezreel." And she conceived again and bore a daughter.
καὶ εἶπεν αὐτῷ Κάλεσον τὸ ὄνομα αὐτῆς Οὐκ ἠλεημένη, διότι οὐ μὴ προσθήσω ἔτι ἐλεῆσαι τὸν οἶκον Ἰσραήλ, ἀλλʼ ἢ ἀντιτασσόμενος ἀντιτάξομαι αὐτοῖς.
And the Lord said to him, "Call her name Unpitied, for I will no longer have mercy upon the house of Israel, but I will utterly set myself in opposition to them.
§1.7τοὺς δὲ υἱοὺς ἐλεήσω καὶ σώσω αὐτοὺς ἐν Κυρίῳ θεῷ αὐτῶν, καὶ οὐ σώσω αὐτοὺς ἐν τόξῳ οὐδὲ ἐν ῥομφαίᾳ οὐδὲ ἐν πολέμῳ οὐδὲ ἐν ἵπποις οὐδὲ ἐν ἱππεῦσιν. §1.8καὶ ἀπεγαλάκτισεν τὴν Οὐκ ἠλεημένην, καὶ συνέλαβεν ἔτι καὶ ἔτεκεν υἱόν.
But I will have mercy on the children and will save them by the Lord their God; I will not save them by bow, nor by sword, nor by war, nor by horses, nor by horsemen." And she weaned Unpitied, and she conceived again and bore a son.
§1.9καὶ εἶπεν Κάλεσον τὸ ὄνομα αὐτοῦ Οὐ λαός μου, διότι ὑμεῖς οὐ λαός μου καὶ ἐγὼ οὐκ εἰμι ὑμῶν. §1.10Καὶ ἦν ὁ ἀριθμὸς τῶν υἱῶν Ἰσραὴλ ὡς ἡ ἄμμος τῆς θαλάσσης, ἣ οὐκ ἐκμετρηθήσεται οὐδὲ ἐξαριθμηθήσεται καὶ ἔσται ἐν τῷ τόπῳ οὗ ἐρρέθη αὐτοῖς Οὐ λαός μου ὑμεῖς, κληθήσονται καὶ αὐτοὶ υἱοὶ θεοῦ ζῶντος.
And the Lord said, "Call his name Not-my-people, for you are not my people, and I am not yours." And the number of the children of Israel shall be as the sand of the sea, which shall not be measured nor numbered; and it shall come to pass that in the place where it was said to them, 'You are not my people,' they themselves shall also be called sons of the living God.
§1.11καὶ συναχθήσονται οἱ υἱοὶ Ἰούδα καὶ οἱ υἱοὶ Ἰσραὴλ ἐπὶ τὸ αὐτό, καὶ θήσονται ἑαυτοῖς ἀρχὴν μίαν, καὶ ἀναβήσονται ἐκ τῆς γῆς, ὅτι μεγάλη ἡ ἡμέρα τοῦ Ἰεζραέλ.
And the children of Judah and the children of Israel shall be gathered together, and they shall appoint for themselves one head, and shall go up from the land, for great shall be the day of Jezreel."