§1.1ΚΑΙ ἐγένετο ἐν τῷ κρίνειν τοὺς κριτὰς καὶ ἐγένετο λιμὸς ἐν τῆ γῆ·
And it came to pass in the days when the judges ruled, that there was a famine in the land.
καὶ ἐπορεύθη ἀνὴρ ἀπὸ Βαιθλέεμ τῆς ᾿Ιούδα τοῦ παροικῆσαι ἐν ἀγρῷ Μωάβ, αὐτὸς καὶ ἡ γυνὴ αὐτοῦ καὶ οἱ υἱοὶ αὐτοῦ.
And a certain man of Bethlehem of Judah went to sojourn in the country of Moab, he, and his wife, and his sons.
§1.2καὶ ὄνομα τῷ ἀνδρὶ ᾿Αβειμέλεχ, καὶ ὄνομα τοῖς δυσὶν υἱοῖς αὐτοῦ Μααλὼν καὶ ών, ᾿Εφραθαῖοι ἐκ Βαιθλέεμ τῆς Ἰούδα·
And the name of the man was Abimelech, and the name of his two sons Mahlon and On, Ephrathites of Bethlehem of Judah.
καὶ ἥλθοσαν εἰς ἀγρὸν καὶ ἦσαν ἐκεῖ.
And they came into the country of Moab, and continued there.
§1.3καὶ ἀπέθανεν ᾿Αβειμέλεχ ὁ ἀνὴρ τῆς Νωεμείν, καὶ κατελείφθη αὕτη καὶ οἱ δύο υἱοὶ αὐτῆς.
And Abimelech, Naomi's husband, died; and she was left, and her two sons.
§1.4καὶ ἐλάβοσαν ἑαυτοῖς γυναῖκας Μωαβείτιδας· ὄνομα τῇ μιᾷ ᾿Ορφά, καὶ ὄνομα τῇ δευτέρᾳ ῾Ρούθ· καὶ κατῴκησαν ἐκεῖ ὡς δέκα ἔτη.
And they took them wives of the women of Moab; the name of the one was Orpah, and the name of the other Ruth: and they dwelled there about ten years.
§1.5καὶ ἀπέθανον καί γε ἀμφότεροι, Μααλὼν καὶ Χελαιών· καὶ κατελείφθη ἡ γυνὴ ἀπὸ τοῦ ἀνδρὸς αὐτῆς καὶ ἀπὸ τῶν δύο υἱῶν αὐτῆς.
And Mahlon and Chilion died also both of them; and the woman was left of her husband and her two sons.
§1.6Καὶ ἀνέστη αὕτη καὶ αἱ δύο νύμφαι αὐτῆς καὶ ἀπέστρεψαν ἐξ ἀγροῦ Μωάβ, ὅτι ἤκουσαν ἐν ἀγρῷ Μωὰβ ὅτι ᾿Επέσκεπται Κύριος τὸν λαὸν αὐτοῦ, δοῦναι αὐτοῖς ἄρτους.
Then she arose with her daughters-in-law, that she might return from the country of Moab: for she had heard in the country of Moab how that the Lord had visited his people in giving them bread.
§1.7καὶ ἐξῆλθεν ἐκ τοῦ τόπου οὗ ἦν ἐκεῖ, καὶ αἱ δύο νύμφαι αὐτῆς μετ᾿ αὐτῆς· καὶ ἐπορεύοντο ἐν τῇ ὁδῷ τοῦ ἐπιστρέψαι εἰς τὴν γῆν Ἰούδα.
Wherefore she went forth out of the place where she was, and her two daughters-in-law with her; and they went on the way to return unto the land of Judah.
§1.8καὶ εἶπεν Νωεμεὶν ταῖς νύμφαις αὐτῆς Πορεύεσθε δή, ἀποστράφητε ἑκάστη εἰς οἶκον μητρὸς αὐτῆς· ποιήσαι κύριος μεθ’ ὑμῶν ἔλεος, καθὼς ἐποιήσατε μετὰ τῶν τεθνηκότων καὶ μετ’ ἐμοῦ·
And Naomi said unto her two daughters-in-law, "Go, return each to her mother's house: the Lord deal kindly with you, as ye have dealt with the dead, and with me.
§1.9δῴη κύριος ὑμῖν καὶ εὕροιτε ἀνάπαυσιν, ἑκάστη ἐν οἴκῳ ἀνδρὸς αὐτῆς. καὶ κατεφίλησεν αὐτάς· καὶ ἐπῆραν τὴν φωνὴν αὐτῶν καὶ ἔκλαυσαν.
The Lord grant you that ye may find rest, each of you in the house of her husband." And she kissed them; and they lifted up their voice, and wept.
§1.10καὶ εἶπαν αὐτῇ Μετὰ σοῦ ἐπιστρέφομεν εἰς τὸν λαόν σου. §1.11καὶ εἶπεν Νωεμείν ᾿Επιστράφητε δή, θυγατέρες μου· καὶ ἵνα τί πορεύεσθε μετ’ ἑ μοῦ; μὴ ἔτι μοι υἱοὶ ἐν τῇ κοιλίᾳ μου, καὶ ἔσονται ὑμίν εἰς ἄνδρας;
And they said unto her, "Surely we will return with thee unto thy people." And Naomi said, "Turn back, my daughters: why will ye go with me? are there yet any more sons in my womb, that they may be your husbands?
§1.12ἐπιστράφητε δή, θυγατέρες μου, διότι γεγήρακα τοῦ μὴ εἶναι ἀνδρί·
Turn back, my daughters, go; for I am too old to have a husband.
ὅτι εἶπα ὅτι ἔστιν μοι ὑπόστασις τοῦ γενηθῆναί με ἀνδρὶ καὶ τέξομαι υἱούς, §1.13μὴ αὐτοὺς προσδέξεσθε ἕως οὗ ἁδρυνθῶσιν; ἢ αὐτοῖς κατασχεθήσεσθε τοῦ μὴ γενέσθαι ἀνδρί; μὴ δὴ θυγατέρες μου, ὅτι ἐπικράνθη μοι ὑπὲρ ὑμᾶς, ὅτι ἐξῆλθεν ἐν ἐμοὶ χεὶρ Κυρίου. §1.14καὶ ἐπῆραν τὴν φωνὴν αὐτῶν καὶ ἔκλαυσαν ἔτι· καὶ κατεφίλησεν Ορφὰ τὴν πενθερὰν αὐτῆς καὶ ἐπέστρεψεν εἰς τὸν λαὸν αὐτῆς, ῾Ροὺθ δὲ ἠκολούθησεν αὐτῇ.
If I should say, I have hope, if I should even have a husband tonight, and should also bear sons; would ye tarry for them till they were grown? would ye stay for them from having husbands? nay, my daughters; for it grieveth me much for your sakes that the hand of the Lord is gone out against me." And they lifted up their voice, and wept again: and Orpah kissed her mother-in-law and returned to her people; but Ruth cleaved unto her.
§1.15καὶ εἶπεν Νωεμεὶν πρός ῾Ρούθ ἰδοὺ ἀνέστρεψεν σύννυμφός σου πρὸς λαὸν αὐτῆς καὶ πρὸς τοὺς θεοὺς αὐτῆς. ἐπιστράφητι δὴ καὶ σὺ ὀπίσω τῆς συννύμφου σου. §1.16εἶπεν δὲ ῾Ρούθ Μὴ ἀπαντήσαι ἐμοὶ τοῦ καταλιπεῖν σε ἡ ἀποστρέψαι ὄπισθέν σου, ὅτι σὺ ὅπου ἐὰν πορευθῇς πορεύσομαι, καἰ οὗ ἐὰν αὐλισθῇς αὐλισθήσομαι. ὁ λαός σου λαός μου, καὶ ὁ θεός σου θεός μου· §1.17καὶ οὗ ἐὰν ἀποθάνῃς ἀποθανοῦμαι, κἀκεῖ ταφήσομαι. τάδε ποιήσαι μοι Κύριος καὶ τάδε προσθείη, ὅτι θάνατος διαστελεῖ ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ. §1.18ἰδοῦσα δὲ Νωεμεὶν ὅτι κραταιοῦται αὐτὴ τοῦ πορεύεσθαι μετ’ αὐτῆς, ἐκόπασεν τοῦ λαλῆσαι πρὸς αὐτὴν ἔτι
And Naomi said, "Behold, thy sister-in-law is gone back unto her people, and unto her gods: return thou after thy sister-in-law." And Ruth said, "Entreat me not to leave thee, or to return from following after thee: for whither thou goest, I will go; and where thou lodgest, I will lodge: thy people shall be my people, and thy god my god: where thou diest, will I die, and there will I be buried: the Lord do so to me, and more also, if aught but death part thee and me." When Naomi saw that she was steadfastly minded to go with her, she left off speaking unto her.
§1.19᾿Επορεύθησαν δὲ ἀμφότεραι ἕως τοῦ παραγενέσθαι αὐτὰς εἰς Βαιθλέεμ.
So they two went until they came to Bethlehem.
καὶ ἤχησεν πᾶσα ἡ πόλις ἐπ’ αὐτῆς, κοὶ εἶπον Αὕτη ἐστὶν Νωεμείν; §1.20καὶ εἶπεν πρὸς αὐτάς Μὴ δὴ καλεῖτέ με Νωεμείν, καλέσατέ με πικράν, ὅτι ἐπικράνθη ἐν ἐμοὶ ὁ ἱκανὸς σφόδρα.
And it came to pass, when they were come to Bethlehem, that all the city was moved about them, and the women said, "Is this Naomi?" And she said unto them, "Call me not Naomi, call me Mara: for the Almighty hath dealt very bitterly with me.
§1.21ἐγὼ πλήρης ἐπορεύθην, κοὶ κενὴν ἀπέστρεψέν με ὁ κύριος· καὶ ἵνα τί καλεῖτέ με Νωεμείν, καὶ ἐταπείνωσέν με, καὶ ὁ ἱκανὸς ἐκάκωσέν με,. §1.22καὶ ἐπέ Νωεμεὶν καὶ ῾Ροὺθ ἡ Μωαβεῖτις ἡ νύμφη αὐτῆς ἐπιστρέφουσα ἀγροῦ Μωάβ· αὗται δὲ παρεγενήθησαν εἰς Βαιθλέεμ ἐν ἁρχῇ θερισμοῦ κριθῶν.
I went out full, and the Lord hath brought me home again empty: why then call ye me Naomi, seeing the Lord hath humbled me, and the Almighty hath afflicted me?" So Naomi returned, and Ruth the Moabitess, her daughter-in-law, with her, which returned out of the country of Moab: and they came to Bethlehem in the beginning of barley harvest.