§8.14.7τὰ μὲν δὴ ἄλλα ἑπομένοις ἡμῖν τῷ Φενεατῶν λόγῳ εἰκὸς προσέσται, τὸ δὲ ἄγαλμα Ὀδυσσέα ἀναθεῖναι τὸ χαλκοῦν οὐκ ἔχω πείθεσθαί σφισιν· οὐ γάρ πω τότε τοῦ χαλκοῦ τὰ ἀγάλματα διὰ παντὸς ἠπίσταντο ἐργάσασθαι καθάπερ ἐσθῆτα ἐξυφαίνοντες.
While other things indeed are likely to be credible to us if we follow the account of the Pheneatians, that Odysseus dedicated the bronze statue, I cannot believe them; for not yet at that time did they know how to work bronze statues entirely, like weaving a garment.
τρόπον δὲ ὅστις ἦν αὐτοῖς ἐς τὰ χαλκᾶ ἐργασίας, ἔδειξεν ἤδη μοι τοῦ ἐς Σπαρτιάτας λόγου τὰ ἐπὶ τοῦ ἀγάλματος τοῦ Ὑπάτου Διός.
As for what manner of workmanship in bronze they had, the details concerning the statue of Zeus Most High in my account of the Spartans have already shown it.
§8.14.8διέχεαν δὲ χαλκὸν πρῶτοι καὶ ἀγάλματα ἐχωνεύσαντο Ῥοῖκός τε Φιλαίου καὶ Θεόδωρος Τηλεκλέους Σάμιοι.
The first who melted bronze and cast statues were Rhoecus, son of Philaeus, and Theodorus, son of Telecles, Samians.
Θεοδώρου δὲ ἔργον ἦν καὶ ἡ ἐπὶ τοῦ λίθου τῆς σμαράγδου σφραγίς, ἣν Πολυκράτης ὁ Σάμου τυραννήσας ἐφόρει τε τὰ μάλιστα καὶ ἐπʼ αὐτῇ περισσῶς δή τι ἠγάλλετο.
And a work of Theodorus was also the seal on the emerald stone, which Polycrates, who became tyrant of Samos, wore most of all and prided himself on it exceedingly.
§8.14.9Φενεατῶν δὲ ἐκ τῆς ἀκροπόλεως καταβαίνοντι ἔστι μὲν στάδιον, ἔστι δὲ ἐπὶ λόφου μνῆμα Ἰφικλέους ἀδελφοῦ τε Ἡρακλέους καὶ Ἰολάου πατρός.
For one going down from the acropolis of the Pheneatians, there is a stadium, and on a hill is the tomb of Iphicles, the brother of Heracles and the father of Iolaus.
Ἰόλαον μὲν δὴ τὰ πολλὰ Ἡρακλεῖ συγκάμνειν λέγουσιν Ἕλληνες· Ἰφικλῆς δὲ ὁ Ἰολάου πατήρ, ἡνίκα ἐμαχέσατο Ἡρακλῆς πρὸς Ἠλείους τε καὶ Αὐγέαν τὴν προτέραν μάχην, τότε ὑπὸ τῶν παίδων ἐτρώθη τῶν Ἄκτορος, καλουμένων δὲ ἀπὸ Μολίνης τῆς μητρός.
Now the Greeks say that Iolaus shared in most of Heracles' labors; but Iphicles, the father of Iolaus, when Heracles fought against the Eleans and Augeas in the first battle, was then wounded by the sons of Actor, who were called after Moline, their mother.
καὶ ἤδη κάμνοντα κομίζουσιν οἱ προσήκοντες ἐς Φενεόν· ἐνταῦθα ἀνὴρ Φενεάτης αὐτὸν Βουφάγος καὶ ἡ τοῦ Βουφάγου γυνὴ Πρώμνη περιεῖπόν τε εὖ καὶ ἀποθανόντα ἐκ τοῦ τραύματος ἔθαψαν.
And his relatives carried him, already failing, to Pheneus; there a Pheneatian man named Buphagus and Promne, the wife of Buphagus, tended him well, and when he died of the wound, they buried him.
§8.14.10Ἰφικλεῖ μὲν δὴ καὶ ἐς τόδε ἔτι ἐναγίζουσιν ὡς ἥρωι, θεῶν δὲ τιμῶσιν Ἑρμῆν Φενεᾶται μάλιστα καὶ ἀγῶνα ἄγουσιν Ἕρμαια, καὶ ναός ἐστιν Ἑρμοῦ σφισι καὶ ἄγαλμα λίθου· τοῦτο ἐποίησεν ἀνὴρ Ἀθηναῖος Εὔχειρ Εὐβουλίδου.
To Iphicles indeed even to this day they still offer sacrifices as to a hero; and of the gods the Pheneatians worship Hermes most of all, and they hold games called Hermaea; and they have a temple of Hermes and a stone image; this was made by an Athenian, Eucheir, son of Eubulides.
ὄπισθεν δέ ἐστι τοῦ ναοῦ τάφος Μυρτίλου.
And behind the temple is the tomb of Myrtilus.
τοῦτον Ἑρμοῦ παῖδα εἶναι τὸν Μυρτίλον λέγουσιν Ἕλληνες, ἡνιοχεῖν δὲ αὐτὸν Οἰνομάῳ· καὶ ὁπότε ἀφίκοιτό τις μνώμενος τοῦ Οἰνομάου τὴν θυγατέρα, ὁ μὲν ἠπείγετο ὁ Μυρτίλος σὺν τέχνῃ τοῦ Οἰνομάου τὰς ἵππους, ὁ δὲ ἐν τῷ δρόμῳ τὸν μνηστῆρα, ὁπότε ἐγγὺς γένοιτο, κατηκόντιζεν.
The Greeks say that this Myrtilus was a son of Hermes, and that he was charioteer to Oenomaus; and whenever anyone came as a suitor for the daughter of Oenomaus, Myrtilus would indeed speed Oenomaus' horses with skill, while the latter, in the race, would spear the suitor whenever he drew near.
§8.14.11Ἱπποδαμείας δὲ ἤρα μὲν καὶ αὐτὸς ὁ Μυρτίλος, ἐς δὲ τὸν ἀγῶνα ἀτόλμως ἔχων ὑπεῖκε καὶ ἡνιόχει τῷ Οἰνομάῳ.
Now Myrtilus himself was also in love with Hippodameia, but having no courage for the contest, he gave way and acted as charioteer for Oenomaus.
τέλος δὲ καὶ ἀναφανῆναι τοῦ Οἰνομάου προδότην φασὶν αὐτὸν ὑπαχθέντα ὅρκοις, ὥς οἱ νύκτα ὁ Πέλοψ μίαν Ἱπποδαμείᾳ συγγενέσθαι παρήσει.
But in the end they say that he also became a traitor to Oenomaus, having been led on by oaths that Pelops would let him lie with Hippodameia for one night.
ἀναμιμνήσκοντα οὖν τῶν ὅρκων ὁ Πέλοψ ἐξέβαλεν ἐκ τῆς νεώς· Φενεᾶται δὲ τοῦ Μυρτίλου τὸν νεκρὸν ἐκβληθέντα ὑπὸ τοῦ κλύδωνος λέγουσιν ἀνελόμενοι θάψαι, καὶ νύκτωρ κατὰ ἔτος ἐναγίζουσιν αὐτῷ.
So, when Myrtilus reminded him of the oaths, Pelops threw him out of the ship; and the Pheneatians say that they recovered the corpse of Myrtilus when it was cast up by the surf, and buried it, and they offer sacrifices to him by night every year.
§8.14.12ἔστι δὲ ὁ Πέλοψ δῆλος οὐ πολλήν τινα παραπλεύσας θάλασσαν, ἀλλὰ ὅσον ἀπὸ τοῦ Ἀλφειοῦ τῶν ἐκβολῶν ἐς τὸ ἐπίνειον τὸ Ἠλείων.
And Pelops clearly sailed over no great extent of sea, but only so far as from the mouth of the Alpheius to the seaport of the Eleans.
οὐκ ἂν οὖν τό γε πέλαγος τὸ Μυρτῷον ἀπὸ Μυρτίλου τοῦ Ἑρμοῦ φαίνοιτο κεκλημένον, ἀρχόμενόν τε ἀπὸ Εὐβοίας καὶ παρʼ Ἑλένην ἔρημον νῆσον καθῆκον ἐς τὸ Αἰγαῖον· ἀλλά μοι δοκοῦσιν Εὐβοέων οἱ τὰ ἀρχαῖα μνημονεύοντες εἰκότα εἰρηκέναι, λέγοντες ἀπὸ γυναικὸς Μυρτοῦς τῷ πελάγει γεγονέναι τὸ ὄνομα τῷ Μυρτῴῳ.
Therefore, the Myrtoan Sea would not appear to have been named after Myrtilus, the son of Hermes, since it begins from Euboea and goes down past the desert island of Helene into the Aegean; but those of the Euboeans who remember ancient things seem to me to speak what is reasonable, saying that the name of the Myrtoan Sea came from a woman, Myrto.