§2.33.1νῆσοι δέ εἰσι Τροιζηνίοις μία μὲν πλησίον τῆς ἠπείρου, καὶ διαβῆναι ποσὶν ἐς αὐτὴν ἔστιν·
There are islands belonging to the Troezenians, one of which is near the mainland, and it is possible to cross over to it on foot.
αὕτη Σφαιρία ὀνομαζομένη πρότερον Ἱερὰ διʼ αἰτίαν ἐκλήθη τοιαύτην.
This island, previously called Sphaeria, was named Sacred for the following reason.
ἔστιν ἐν αὐτῇ Σφαίρου μνῆμα· Πέλοπος δὲ ἡνίοχον εἶναι λέγουσι τὸν Σφαῖρον.
On it is the tomb of Sphaerus; and they say Sphaerus was the charioteer of Pelops.
τούτῳ κατὰ δή τι ἐξ Ἀθηνᾶς ὄνειρον κομίζουσα Αἴθρα χοὰς διέβαινεν ἐς τὴν νῆσον, διαβάσῃ δὲ ἐνταῦθα λέγεται Ποσειδῶνα μιχθῆναι.
To him, in accordance with a dream from Athena, Aethra brought libations and crossed over to the island, and it is said that after she had crossed, Poseidon united with her there.
ἱδρύσατο μὲν διὰ τοῦτο Αἴθρα ναὸν ἐνταῦθα Ἀθηνᾶς Ἀπατουρίας καὶ Ἱερὰν ἀντὶ Σφαιρίας ὠνόμασε τὴν νῆσον· κατεστήσατο δὲ καὶ ταῖς Τροιζηνίων παρθένοις ἀνατιθέναι πρὸ γάμου τὴν ζώνην τῇ Ἀθηνᾷ τῇ Ἀπατουρίᾳ.
For this reason Aethra established there a temple of Athena Apaturia, and named the island Sacred instead of Sphaeria; and she also established the custom for the maidens of Troezen to dedicate their girdles to Athena Apaturia before marriage.
§2.33.2Καλαύρειαν δὲ Ἀπόλλωνος ἱερὰν τὸ ἀρχαῖον εἶναι λέγουσιν, ὅτε περ ἦσαν καὶ οἱ Δελφοὶ Ποσειδῶνος· λέγεται δὲ καὶ τοῦτο, ἀντιδοῦναι τὰ χωρία σφᾶς ἀλλήλοις.
They say that Calauria was sacred to Apollo in ancient times, at the very time when Delphi belonged to Poseidon; and this is also said, that they exchanged the places with each other.
φασὶ δὲ ἔτι καὶ λόγιον μνημονεύουσιν· "
ἶσόν τοι Δῆλόν τε Καλαύρειάν τε νέμεσθαι
Πυθώ τʼ ἠγαθέην καὶ Ταίναρον ἠνεμόεσσαν.
And they still remember and quote an oracle: "It is equal for you to inhabit Delos and Calauria, and holy Pytho and windy Taenarum.
"
ἔστι δʼ οὖν Ποσειδῶνος ἱερὸν ἐνταῦθα ἅγιον, ἱερᾶται δὲ αὐτῷ παρθένος, ἔστʼ ἂν ἐς ὥραν προέλθῃ γάμου.
"At any rate, there is a holy sanctuary of Poseidon here, and a maiden serves as his priestess until she reaches the age of marriage.
§2.33.3τοῦ περιβόλου δὲ ἐντὸς καὶ τὸ Δημοσθένους μνῆμά ἐστι.
Within the enclosure is also the tomb of Demosthenes.
καί μοι τὸ δαιμόνιον δεῖξαι μάλιστα ἐπὶ τούτου δοκεῖ καὶ Ὁμήρου πρότερον ὡς εἴη βάσκανον, εἰ δὴ Ὅμηρον μὲν προδιεφθαρμένον τοὺς ὀφθαλμοὺς ἐπὶ τοσούτῳ κακῷ κακὸν δεύτερον πενία πιέζουσα ἐπὶ πᾶσαν γῆν πτωχεύοντα ἦγε, Δημοσθένει δὲ φυγῆς τε συνέπεσεν ἐν γήρᾳ λαβεῖν πεῖραν καὶ ὁ θάνατος ἐγένετο οὕτω βίαιος.
And the divine power seems to me to show especially in his case, and in that of Homer before him, how envious it is; since indeed, as for Homer, on top of the great misfortune of having his eyes already destroyed, a second misfortune, poverty, oppressed him and led him begging through every land, while to Demosthenes it befell to experience exile in his old age, and his death was so violent.
εἴρηται μὲν οὖν περὶ αὐτοῦ καὶ ἄλλοις καὶ αὐτῷ Δημοσθένει πλεῖστα, ἦ μὴν τῶν χρημάτων ἃ ἐκ τῆς Ἀσίας ἤγαγεν Ἅρπαλος μὴ μεταλαβεῖν αὐτόν· §2.33.4τὸ δὲ ὕστερον λεχθὲν ἐπέξειμι ὁποῖον ἐγένετο.
Now, very much has been said about him both by others and by Demosthenes himself, to the effect that he certainly had no share of the money which Harpalus brought from Asia; but I will go into detail regarding how the latter story happened.
Ἅρπαλος μὲν ὡς ἐξ Ἀθηνῶν ἀπέδρα διαβὰς ναυσὶν ἐς Κρήτην, οὐ πολὺ ὕστερον ὑπὸ τῶν θεραπευόντων ἀπέθανεν οἰκετῶν· οἱ δὲ ὑπὸ ἀνδρὸς Μακεδόνος Παυσανίου δολοφονηθῆναί φασιν αὐτόν.
Harpalus, when he fled from Athens and crossed by ships to Crete, was killed not long afterwards by the servants who attended him; though some say he was assassinated by Pausanias, a Macedonian.
τὸν δέ οἱ τῶν χρημάτων διοικητὴν φυγόντα ἐς Ῥόδον Φιλόξενος Μακεδὼν συνέλαβεν, ὃς καὶ αὐτὸν παρὰ Ἀθηναίων ἐξῄτησεν Ἅρπαλον.
But the administrator of his money, who had fled to Rhodes, was arrested by Philoxenus, a Macedonian, who had also previously demanded Harpalus himself from the Athenians.
τὸν δὲ παῖδα τοῦτον ἔχων ἤλεγχεν ἐς ὃ πάντα ἐπύθετο, ὅσοι τῶν Ἁρπάλου τι ἔτυχον εἰληφότες· §2.33.5μαθὼν δὲ ἐς Ἀθήνας γράμματα ἐπέστελλεν.
Having this slave in his power, he examined him until he learned everything, namely who among them had happened to receive anything of Harpalus' money; and having learned this, he sent a letter to Athens.
ἐν τούτοις τοῖς γράμμασι τοὺς λαβόντας παρὰ Ἁρπάλου καταριθμῶν καὶ αὐτοὺς καὶ ὁπόσον αὐτῶν ἔλαβεν ἕκαστος οὐδὲ ἐμνημόνευσεν ἀρχὴν Δημοσθένους, Ἀλεξάνδρῳ τε ἐς τὰ μάλιστα ἀπεχθανομένου καὶ αὐτὸς ἰδίᾳ προσκρούσας.
In this letter, while listing those who had received money from Harpalus, both their names and how much each of them had taken, he did not mention Demosthenes at all, although Demosthenes was most bitterly hated by Alexander and had also personally clashed with Philoxenus himself.
Δημοσθένει μὲν οὖν τιμαὶ καὶ ἑτέρωθι τῆς Ἑλλάδος καὶ παρὰ τῶν Καλαυρείας εἰσὶν οἰκητόρων·
Thus, honors are paid to Demosthenes both elsewhere in Greece and by the inhabitants of Calauria.