§2.1.1ἡ δὲ Κορινθία χώρα μοῖρα οὖσα τῆς Ἀργείας ἀπὸ Κορίνθου τὸ ὄνομα ἔσχηκε.
The Corinthian territory, being a part of Argia, has its name from Corinth.
Διὸς δὲ εἶναι Κόρινθον οὐδένα οἶδα εἰπόντα πω σπουδῇ πλὴν Κορινθίων τῶν πολλῶν·
But that Corinth was a son of Zeus, I know of no one who has yet said in earnest, except the majority of the Corinthians.
Εὔμηλος δὲ ὁ Ἀμφιλύτου τῶν Βακχιδῶν καλουμένων, ὃς καὶ τὰ ἔπη λέγεται ποιῆσαι, φησὶν ἐν τῇ Κορινθίᾳ συγγραφῇ—εἰ δὲ Εὐμήλου γε ἡ συγγραφή—Ἐφύραν Ὠκεανοῦ θυγατέρα οἰκῆσαι πρῶτον ἐν τῇ γῇ ταύτῃ, Μαραθῶνα δὲ ὕστερον τὸν Ἐπωπέως τοῦ Ἀλωέως τοῦ Ἡλίου φεύγοντα ἀνομίαν καὶ ὕβριν τοῦ πατρὸς ἐς τὰ παραθαλάσσια μετοικῆσαι τῆς Ἀττικῆς, ἀποθανόντος δὲ Ἐπωπέως ἀφικόμενον ἐς Πελοπόννησον καὶ τὴν ἀρχὴν διανείμαντα τοῖς παισὶν αὐτὸν ἐς τὴν Ἀττικὴν αὖθις ἀναχωρῆσαι, καὶ ἀπὸ μὲν Σικυῶνος τὴν Ἀσωπίαν, ἀπὸ δὲ Κορίνθου τὴν Ἐφυραίαν μετονομασθῆναι.
But Eumelus, the son of Amphilytus, of the so-called Bacchiadae, who is also said to have composed the epic verses, says in his Corinthian history—if indeed the history is by Eumelus—that Ephyra, a daughter of Oceanus, first dwelt in this land, and that later Marathon, the son of Epopeus, the son of Aloeus, the son of Helios, fleeing the lawlessness and insolence of his father, migrated to the coastal districts of Attica; and that when Epopeus died, he himself came to the Peloponnese, and having divided the rule among his children, returned again to Attica; and that from Sicyon the territory of Asopia, and from Corinth that of Ephyraea, were renamed.
§2.1.2Κόρινθον δὲ οἰκοῦσι Κορινθίων μὲν οὐδεὶς ἔτι τῶν ἀρχαίων, ἔποικοι δὲ ἀποσταλέντες ὑπὸ Ῥωμαίων.
But of the ancient Corinthians, none still inhabit Corinth, but colonists sent out by the Romans.
αἴτιον δὲ τὸ συνέδριον τὸ Ἀχαιῶν· συντελοῦντες γὰρ ἐς αὐτὸ καὶ οἱ Κορίνθιοι μετέσχον τοῦ πολέμου τοῦ πρὸς Ῥωμαίους, ὃν Κριτόλαος στρατηγεῖν Ἀχαιῶν ἀποδειχθεὶς παρεσκεύασε γενέσθαι τούς τε Ἀχαιοὺς ἀναπείσας ἀποστῆναι καὶ τῶν ἔξω Πελοποννήσου τοὺς πολλούς.
The cause of this was the league of the Achaeans; for the Corinthians, contributing to it as members, took part in the war against the Romans, which Critolaus, having been appointed general of the Achaeans, brought about by persuading both the Achaeans and most of those outside the Peloponnese to revolt.
Ῥωμαῖοι δὲ ὡς ἐκράτησαν τῷ πολέμῳ, παρείλοντο μὲν καὶ τῶν ἄλλων Ἑλλήνων τὰ ὅπλα καὶ τείχη περιεῖλον ὅσαι τετειχισμέναι πόλεις ἦσαν·
When the Romans won the war, they took away the arms of the other Greeks as well, and demolished the walls of all the cities that were fortified.
Κόρινθον δὲ ἀνάστατον Μομμίου ποιήσαντος τοῦ τότε ἡγουμένου τῶν ἐπὶ στρατοπέδου Ῥωμαίων, ὕστερον λέγουσιν ἀνοικίσαι Καίσαρα, ὃς πολιτείαν ἐν Ῥώμῃ πρῶτος τὴν ἐφʼ ἡμῶν κατεστήσατο· ἀνοικίσαι δὲ καὶ Καρχηδόνα ἐπὶ τῆς ἀρχῆς τῆς αὐτοῦ.
And after Mummius, who then commanded the Roman army, had laid Corinth waste, they say that later Caesar rebuilt it, who first established the form of government now existing in Rome; and he also rebuilt Carthage during his own rule.
§2.1.3τῆς δὲ Κορινθίας ἐστὶ γῆς καὶ ὁ καλούμενος Κρομυὼν ἀπὸ Κρόμου τοῦ Ποσειδῶνος.
And belonging to the Corinthian land is also the place called Cromyón, named after Cromus, the son of Poseidon.
ἐνταῦθα τραφῆναί φασι Φαιὰν, καὶ τῶν λεγομένων Θησέως καὶ τὸ ἐς τὴν ὗν ταύτην ἐστὶν ἔργον.
There they say Phaea was bred, and among the exploits ascribed to Theseus is the one concerning this sow.
προϊοῦσι δὲ ἡ πίτυς ἄχρι γε ἐμοῦ πεφύκει παρὰ τὸν αἰγιαλὸν καὶ Μελικέρτου βωμὸς ἦν.
As you go further, there grew by the shore, at least down to my time, the pine-tree, and there was an altar of Melicertes.
ἐς τοῦτον τὸν τόπον ἐκκομισθῆναι τὸν παῖδα ὑπὸ δελφῖνος λέγουσι· κειμένῳ δὲ ἐπιτυχόντα Σίσυφον θάψαι τε ἐν τῷ ἰσθμῷ καὶ τὸν ἀγῶνα ἐπʼ αὐτῷ ποιῆσαι τῶν Ἰσθμίων.
To this place they say the child was brought by a dolphin; and Sisyphus, happening upon him as he lay there, buried him on the Isthmus and established the Isthmian games in his honor.
§2.1.4ἔστι δὲ ἐπὶ τοῦ ἰσθμοῦ τῆς ἀρχῆς, ἔνθα ὁ λῃστὴς Σίνις λαμβανόμενος πιτύων ἦγεν ἐς τὸ κάτω σφᾶς· ὁπόσων δὲ μάχῃ κρατήσειεν, ἀπʼ αὐτῶν δήσας ἀφῆκεν ἂν τὰ δένδρα ἄνω φέρεσθαι· ἐνταῦθα ἑκατέρα τῶν πιτύων τὸν δεθέντα ἐφʼ αὑτὴν εἷλκε, καὶ τοῦ δεσμοῦ μηδετέρωσε εἴκοντος ἀλλʼ ἀμφοτέρωθεν ἐπʼ ἴσης βιαζομένου διεσπᾶτο ὁ δεδεμένος.
And at the beginning of the Isthmus is the place where the robber Sinis, taking hold of the pine-trees, used to drag them down; and whomever he overcame in fight, he would bind to them and let the trees spring upward; here each of the two pines would drag the bound man toward itself, and since the bond gave way in neither direction but was strained equally from both sides, the bound man was torn asunder.
τοιούτῳ διεφθάρη τρόπῳ καὶ αὐτὸς ὑπὸ Θησέως ὁ Σίνις· ἐκάθηρε γὰρ Θησεὺς τῶν κακούργων τὴν ὁδὸν τὴν ἐς Ἀθήνας ἐκ Τροιζῆνος, οὕς τε πρότερον κατηρίθμησα ἀνελὼν καὶ ἐν Ἐπιδαύρῳ τῇ ἱερᾷ Περιφήτην Ἡφαίστου νομιζόμενον, κορύνῃ χαλκῇ χρώμενον ἐς τὰς μάχας.
In this manner Sinis himself was destroyed by Theseus; for Theseus cleared of wrongdoers the road from Troezen to Athens, by slaying those whom I have previously enumerated, and also in sacred Epidaurus Periphetes, who was considered a son of Hephaestus and used a bronze club in his battles.