§1.27.6ἀρχαῖα·
ancient ones.
καί σφισιν ἀπετάκη μὲν οὐδέν, μελάντερα δὲ καὶ πληγὴν ἐνεγκεῖν ἐστιν ἀσθενέστερα· ἐπέλαβε γὰρ καὶ ταῦτα ἡ φλόξ, ὅτε ἐσβεβηκότων ἐς τὰς ναῦς Ἀθηναίων βασιλεὺς εἷλεν ἔρημον τῶν ἐν ἡλικίᾳ τὴν πόλιν.
And nothing of them has melted away, but they are darker and weaker to bear a blow; for the flame reached these as well, when the Athenians had embarked on the ships and the King took the city empty of those of military age.
ἔστι δὲ συός τε θήρα, περὶ οὗ σαφὲς οὐδὲν οἶδα εἰ τοῦ Καλυδωνίου, καὶ Κύκνος Ἡρακλεῖ μαχόμενος· τοῦτον τὸν Κύκνον φασὶν ἄλλους τε φονεῦσαι καὶ Λύκον Θρᾷκα προτεθέντων σφίσι μονομαχίας ἄθλων, περὶ δὲ τὸν ποταμὸν τὸν Πηνειὸν ἀπέθανεν ὑφʼ Ἡρακλέους.
There is also a hunt of a boar, concerning which I know nothing for certain whether it is the Calydonian one, and Cycnus fighting with Heracles; they say that this Cycnus killed, among others, Lycus the Thracian when prizes for a single combat were proposed for them, but he died by the hand of Heracles near the river Peneus.
§1.27.7τῶν δὲ ἐν Τροιζῆνι λόγων, οὓς ἐς Θησέα λέγουσιν, ἐστὶν ὡς Ἡρακλῆς ἐς Τροιζῆνα ἐλθὼν παρὰ Πιτθέα καταθεῖτο ἐπὶ τῷ δείπνῳ τοῦ λέοντος τὸ δέρμα, ἐσέλθοιεν δὲ παρʼ αὐτὸν ἄλλοι τε Τροιζηνίων παῖδες καὶ Θησεὺς ἕβδομον μάλιστα γεγονὼς ἔτος· τοὺς μὲν δὴ λοιποὺς παῖδας, ὡς τὸ δέρμα εἶδον, φεύγοντάς φασιν οἴχεσθαι, Θησέα δὲ ὑπεξελθόντα οὐκ ἄγαν σὺν φόβῳ παρὰ τῶν διακόνων ἁρπάσαι πέλεκυν καὶ αὐτίκα ἐπιέναι σπουδῇ, λέοντα εἶναι τὸ δέρμα ἡγούμενον.
Of the stories in Troezen which they tell concerning Theseus, there is one that Heracles, having come to Troezen to visit Pittheus, laid down the skin of the lion at dinner, and there entered to him other children of the Troezenians and Theseus, who was about seven years of age; they say that the rest of the children, when they saw the skin, fled and went away, but Theseus, stepping forward not too much with fear, snatched an axe from the servants and immediately went against it in haste, thinking the skin to be a lion.
§1.27.8ὅδε μὲν τῶν λόγων πρῶτος ἐς αὐτόν ἐστι Τροιζηνίοις· ὁ δὲ ἐπὶ τούτῳ, κρηπῖδας Αἰγέα ὑπὸ πέτρᾳ καὶ ξίφος θεῖναι γνωρίσματα εἶναι τῷ παιδὶ καὶ τὸν μὲν ἐς Ἀθήνας ἀποπλεῖν, Θησέα δέ, ὡς ἕκτον καὶ δέκατον ἔτος ἐγεγόνει, τὴν πέτραν ἀνώσαντα οἴχεσθαι τὴν παρακαταθήκην τὴν Αἰγέως φέροντα.
This is the first of the stories concerning him among the Troezenians; and the one after this is that Aegeus placed sandals and a sword under a rock to be tokens of recognition for his child, and he himself sailed away to Athens, but Theseus, when he had reached his sixteenth year, pushed away the rock and went off carrying the deposit of Aegeus.
τούτου δὲ εἰκὼν ἐν ἀκροπόλει πεποίηται τοῦ λόγου, χαλκοῦ πάντα ὁμοίως πλὴν τῆς πέτρας·
A representation of this story has been made on the Acropolis, all likewise of bronze except for the rock.
§1.27.9ἀνέθεσαν δὲ καὶ ἄλλο Θησέως ἔργον, καὶ ὁ λόγος οὕτως ἐς αὐτὸ ἔχει.
They also dedicated another deed of Theseus, and the story concerning it is as follows.
Κρησὶ τήν τε ἄλλην γῆν καὶ τὴν ἐπὶ ποταμῷ Τεθρίνι ταῦρος ἐλυμαίνετο.
A bull was ravaging for the Cretans both the rest of their land and that along the river Tethris.
πάλαι δὲ ἄρα τὰ θηρία φοβερώτερα ἦν τοῖς ἀνθρώποις ὡς ὅ τʼ ἐν Νεμέᾳ λέων καὶ ὁ Παρνάςςιος καὶ δράκοντες τῆς Ἑλλάδος πολλαχοῦ καὶ ὗς περί τε Καλυδῶνα καὶ Ἐρύμανθον καὶ τῆς Κορινθίας ἐν Κρομυῶνι, ὥστε καὶ ἐλέγετο τὰ μὲν ἀνιέναι τὴν γῆν, τὰ δὲ ὡς ἱερὰ εἴη θεῶν, τὰ δὲ καὶ ἐς τιμωρίαν ἀνθρώπων ἀφεῖσθαι.
For of old, indeed, wild beasts were more fearsome to men, such as the lion in Nemea and the Parnassian one, and dragons in many parts of Greece, and boars around Calydon and Erymanthus and at Crommyon in Corinthia, so that it was even said that some were sent up by the earth, others were sacred to the gods, and others were let loose for the punishment of men.
καὶ τοῦτον οἱ Κρῆτες τὸν ταῦρον ἐς τὴν γῆν πέμψαι σφίσι Ποσειδῶνά φασιν, ὅτι θαλάσσης ἄρχων Μίνως τῆς Ἑλληνικῆς οὐδενὸς Ποσειδῶνα ἦγεν ἄλλου θεοῦ μᾶλλον ἐν τιμῇ.
And the Cretans say that Poseidon sent this bull to their land, because Minos, though ruling the Greek sea, held Poseidon in greater honor than any other god.
§1.27.10κομισθῆναι μὲν δὴ τὸν ταῦρον τοῦτόν φασιν ἐς Πελοπόννησον ἐκ Κρήτης καὶ Ἡρακλεῖ τῶν δώδεκα καλουμένων ἕνα καὶ τοῦτον γενέσθαι τὸν ἆθλον· ὡς δὲ ἐς τὸ πεδίον ἀφείθη τὸ Ἀργείων, φεύγει διὰ τοῦ Κορινθίου ἰσθμοῦ, φεύγει δὲ ἐς γῆν τὴν Ἀττικὴν καὶ τῆς Ἀττικῆς ἐς δῆμον τὸν Μαραθωνίων, καὶ ἄλλους τε ὁπόσοις ἐπέτυχε καὶ Μίνω παῖδα Ἀνδρόγεων ἀπέκτεινε.
Now they say that this bull was brought to the Peloponnese from Crete, and that this also became one of the twelve so-called labors for Heracles; and when it was let loose into the plain of the Argives, it fled through the Corinthian isthmus, and fled into the Attic land and to the deme of Marathon in Attica, and killed, among others whom it encountered, Androgeos the son of Minos.
Μίνως δὲ ναυσὶν ἐπʼ Ἀθήνας πλεύσας—οὐ γὰρ ἐπείθετο ἀναιτίους εἶναι σφᾶς τῆς Ἀνδρόγεω τελευτῆς—ἐς τοσοῦτον ἐκάκωσεν, ἐς ὃ συνεχωρήθη οἱ παρθένους ἐς Κρήτην ἑπτὰ καὶ παῖδας ἴσους ἄγειν τῷ λεγομένῳ Μίνω ταύρῳ τὸν ἐν Κνωσσῷ Λαβύρινθον οἰκῆσαι· τὸν δὲ ἐν τῷ Μαραθῶνι ταῦρον ὕστερον Θησεὺς ἐς τὴν ἀκρόπολιν ἐλάσαι καὶ θῦσαι λέγεται τῇ θεῷ, καὶ τὸ ἀνάθημά ἐστι τοῦ δήμου τοῦ Μαραθωνίων.
And Minos, having sailed against Athens with ships—for he did not believe that they were innocent of the death of Androgeos—harassed them to such an extent, until it was agreed for him to lead seven maidens and an equal number of boys to Crete to dwell in the Labyrinth at Knossos for the so-called bull of Minos; and Theseus is said later to have driven the bull in Marathon to the Acropolis and sacrificed it to the goddess, and the dedication is from the deme of the Marathonians.