§86d.1Fr. 86d
Φυόμεναι γὰρ ἐν τοῖς τηλικούτοις αἱ ἀρεταὶ καὶ βλαστάνουσαι τό τε κατορθούμενον, ὥς φησι Θ., ἐπιβεβαιοῦνται τοῖς ἐπαίνοις καὶ τὸ λοιπὸν αὔξονται μετὰ φρονήματος ἐπαιρόμεναι.
For virtues, when budding and sprouting in those of such an age, confirm what is rightly done, as Theophrastus says, by praises, and for the future they increase, being elevated with pride.
Τὸ δὲ ἄγαν πανταχοῦ μὲν ἐπισφαλές.
But excess is everywhere precarious.