§39.1Fr. 39
Οἱ μὲν γὰρ αὐτῶν φυσιολόγων ὑπόλειμμα λέγουσιν εἶναι τὴν θάλασσαν τῆς πρώτης ὑγρότητος· ὑγροῦ γὰρ ὄντος τοῦ περὶ τὴν γῆν τόπου τὰ πρῶτα τῆς ὑγρότητος ὑπὸ τοῦ ἡλίου ἐξατμίζεσθαι καὶ γίνεσθαι τὰ πνεύματά τε ἐξ αὐτῆς καὶ τροπὰς ἡλίου τε καὶ σελήνης τὸ δέ τι αὐτῆς ὑπολειφθὲν ἐν τοῖς κοίλοις τόποις θάλατταν εἶναι· διὸ καὶ ἐλάττω γίνεοσθαι ξηραινομένην ἑκάστοτε ὑπὸ τοῦ ἡλίου καὶ τέλος ἔσεσθαί ποτε ξηράν.
Fr. 39 For some of these natural philosophers say that the sea is a residue of the primeval moisture; for since the region around the earth was moist, the first part of the moisture was evaporated by the sun, and from it arose the winds and the turnings of the sun and moon, while the part of it left behind in the hollow places is the sea; wherefore it is also becoming less as it is dried up each time by the sun, and will at last some day be dry.
Ταύτης τῆς δόξης ἐγένοντο, ὡς ἱστορεῖ ὁ Θ., Ἀναξίμανδρός τε καὶ Διογένης.
Of this opinion, as Theophrastus records, were Anaximander and Diogenes.
Διογένης δὲ καὶ τῆς ἁλμυρότητος ταύτην αἰτίαν λέγει, ὅτι ἀνάγοντος τοῦ ἡλίου τὸ γλυκὺ τὸ καταλειπόμενον καὶ ὑπομένον ἁλμυρὸν εἶναι συμβαίνει.
And Diogenes says that this is also the cause of its saltness: because, as the sun draws up the sweet part, that which is left behind and remains happens to be salty.