§148.1Fr. 148
Ἀλλὰ καὶ τῶν καθʼ ἡμᾶς γεγονὼς αὐτὸς ἐκεῖνος ὁ ταῖς καθʼ ἡμῶν λαμπρυνόμενος δυσφημίαις ἐν οἷς ἐπέγραψε περὶ τῆς τῶν ἐμψύχων ἀποχῆς καὶ τῶν παλαιῶν ἀρχαιότητος, τὴν μνήμην ὧδέ πως αὐτολεξεὶ Θεοφράστῳ μάρτυρι χρώμενος παρατίθεται· ἀνάριθμος μέν τις ἔοικε χρόνος ἀφʼ οὗ τό γε πάντων λογιώτατον γένος, ὥς φησι Θεόφραστος, καὶ τὴν ἱερωο τάτην ὑπὸ τοῦ Νείλου κτισθεῖσαν χώραν κατοικοῦν, ἤρξαντο οἱ πρῶτοι ἐφʼ ἑστίαις τοῖς οὐρανίοις θεοῖς θύειν οὐ σμύρνης οὐδὲ κασίας καὶ λιβανωτοῦ κρόκῳ μιχθέντων ἀπαρχάς. "
Fr. 148 But even that very man, who belongs to our times and is famous for his slanders against us, in his writings which he entitled On Abstinence from Animal Food and On the Antiquity of the Ancients, presents the record almost word for word, using Theophrastus as a witness: 'It seems that an unreckonable time has passed since the most rational race of all, as Theophrastus says, who inhabit the most sacred land created by the Nile, first began to sacrifice to the heavenly gods upon their hearths, not the first-fruits of myrrh, nor of cassia and frankincense mixed with saffron.'