§2.1ἐπεὶ δὲ μιμοῦνται οἱ μιμούμενοι πράττοντας, ἀνάγκη δὲ τούτους ἢ σπουδαίους ἢ φαύλους εἶναι (τὰ γὰρ ἤθη σχεδὸν ἀεὶ τούτοις ἀκολουθεῖ μόνοις, κακίᾳ γὰρ καὶ ἀρετῇ τὰ ἤθη διαφέρουσι πάντες), ἤτοι βελτίονας ἢ καθ’ ἡμᾶς ἢ χείρονας ἢ καὶ τοιούτους, ὥσπερ οἱ γραφεῖς·
Since those who imitate do so of people performing actions, and these must necessarily be either superior or inferior (for characters almost always follow these [vices and virtues] alone, since everyone differs in character by vice and virtue), they must be either better than we are, or worse, or indeed of the same sort, just like the painters.
§2.2Πολύγνωτος μὲν γὰρ κρείττους, Παύσων δὲ χείρους, Διονύσιος δὲ ὁμοίους εἴκαζεν.
For Polygnotus depicted them as better, Pauson as worse, and Dionysius as similar.
§2.3δῆλον δὲ ὅτι καὶ τῶν λεχθεισῶν ἑκάστη μιμήσεων ἕξει ταύτας τὰς διαφορὰς καὶ ἔσται ἑτέρα τῷ ἕτερα μιμεῖσθαι τοῦτον τὸν τρόπον.
And it is clear that each of the aforementioned imitations will also have these differences and will be different by imitating different things in this manner.
§2.4καὶ γὰρ ἐν ὀρχήσει καὶ αὐλήσει καὶ κιθαρίσει ἔστι γενέσθαι ταύτας τὰς ἀνομοιότητας, §2.5καὶ περὶ τοὺς λόγους δὲ καὶ τὴν ψιλομετρίαν, οἷον Ὅμηρος μὲν βελτίους, Κλεοφῶν δὲ ὁμοίους, Ἡγήμων δὲ ὁ Θάσιος ὁ τὰς παρῳδίας ποιήσας πρῶτος καὶ Νικοχάρης ὁ τὴν Δειλιάδα χείρους·
For indeed in dancing, flute-playing, and lyre-playing it is possible for these differences to occur, and likewise concerning prose and bare meter: for instance, Homer depicted them as better, Cleophon as similar, and Hegemon of Thasos, who first composed parodies, and Nicochares, who composed the *Deiliad*, as worse.
§2.6ὁμοίως δὲ καὶ περὶ τοὺς διθυράμβους καὶ περὶ τοὺς νόμους, ὥσπερ † γᾶς † Κύκλωπας Τιμόθεος καὶ Φιλόξενος μιμήσαιτο ἄν τις.
Likewise also concerning dithyrambs and nomes: for one might imitate as Timotheus and Philoxenus did the Cyclopes.
§2.7ἐν αὐτῇ δὲ τῇ διαφορᾷ καὶ ἡ τραγῳδία πρὸς τὴν κωμῳδίαν διέστηκεν· ἡ μὲν γὰρ χείρους ἡ δὲ βελτίους μιμεῖσθαι βούλεται τῶν νῦν.
And in this very difference tragedy also stands apart from comedy; for the latter aims to imitate people worse than those of today, the former better.