§3.66.1τότε δʼ οὖν, ἐπειδὴ παρεσκεύαστο ἀμφοτέροις τὰ πρὸς τὸν ἀγῶνα ἐπιτήδεια, συνῄεσαν εἰς μάχην, εἶχον δὲ τὸ μὲν εὐώνυμον κέρας οἱ Ῥωμαῖοι, τὸ δὲ δεξιὸν οἱ Τυρρηνοί, κατὰ μέσην δὲ τὴν φάλαγγα Λατῖνοι ἐτάχθησαν.
At that time, then, when the preparations for the contest had been made by both sides, they came together for battle; and the Romans held the left wing, the Tyrrhenians the right, and the Latins were stationed in the center of the phalanx.
γενομένου δὲ ἀγῶνος καρτεροῦ διʼ ὅλης ἡμέρας ἐνίκων οἱ Ῥωμαῖοι παρὰ πολὺ καὶ πολλοὺς μὲν ἀποκτείναντες τῶν πολεμίων ἐν τῇ μάχῃ γενομένους ἄνδρας ἀγαθούς, πολλῷ δʼ ἔτι πλείους αἰχμαλώτους λαβόντες ἐν τῇ φυγῇ, τῶν δὲ παρεμβολῶν ἀμφοτέρων ἐγκρατεῖς γενόμενοι καὶ χρημάτων μέγαν περιβαλόμενοι πλοῦτον ἀδεῶς ἤδη τῆς ὑπαίθρου πάσης ἐκράτουν, ἣν πυρὶ καὶ σιδήρῳ καὶ πᾶσι λωβησάμενοι κακοῖς, ἐπειδὴ τὸ θέρος ἐτελεύτα, λύσαντες τὰς παρεμβολὰς ἀπῄεσαν ἐπʼ οἴκου.
A fierce battle having taken place through the whole day, the Romans won a decisive victory, and having killed many of the enemy who had shown themselves brave men in the battle, and having taken still far more as prisoners in the flight, and having become masters of both camps and acquired great wealth of property, they were now masters of all the open country without fear. Having ravaged it with fire and sword and all kinds of mischief, when the summer was ending, they broke up their camps and departed for home.
καὶ ὁ βασιλεὺς Ταρκύνιος τρίτον ἐπὶ τῆς ἰδίας ἀρχῆς τὸν ἐκ τῆς2δε τῆς μάχης κατήγαγε θρίαμβον.
And King Tarquinius celebrated the triumph from this battle, the third during his own reign.
§3.66.2τῷ δʼ ἑξῆς ἐνιαυτῷ παρασκευαζομένου πάλιν τοῦ βασιλέως στρατὸν ἐπὶ τὰς πόλεις τῶν Σαβίνων ἐξάγειν καὶ πολιορκίαις αὐτὰς προσάγεσθαι διεγνωκότος, γενναῖον μὲν οὐδὲν ἔτι βούλευμα καὶ νεανικὸν οὐδεμιᾶς ἐγένετο, πᾶσαι δὲ κοινῇ γνώμῃ χρησάμεναι πρὶν εἰς κίνδυνον ἐλθεῖν ἀνδραποδισμοῦ καὶ κατασκαφῆς καταλύσασθαι τὸν πόλεμον ἔγνωσαν.
In the following year, when the king was preparing again to lead an army against the cities of the Sabines and had resolved to reduce them by sieges, no brave and spirited resolution was made by any of the cities anymore, but all, adopting a common opinion, resolved to put an end to the war before coming into danger of enslavement and demolition.
§3.66.3καὶ παρῆσαν ἐξ ἑκάστης πόλεως οἱ κράτιστοι τῶν Σαβίνων πρὸς βασιλέα Ταρκύνιον ἐξεληλυθότα μετὰ πάσης ἤδη δυνάμεως παραδιδόντες αὐτῷ τὰ τείχη καὶ δεόμενοι μετρίας ποιήσασθαι τὰς συμβάσεις.
And there came from each city the most prominent men of the Sabines to King Tarquinius, who had already marched out with all his forces, surrendering their walls to him and begging him to make moderate terms.
ὁ δὲ ἀσπαστῶς δεξάμενος τὴν ἄνευ κινδύνων ὑποταγὴν τοῦ ἔθνους σπονδάς τε ποιεῖται πρὸς αὐτοὺς ὑπὲρ εἰρήνης τε καὶ φιλίας ἐπὶ ταῖς αὐταῖς ὁμολογίαις, αἷς Τυρρηνοὺς πρότερον ὑπηγάγετο, καὶ τοὺς αἰχμαλώτους ἀπέδωκεν αὐτοῖς ἄνευ λύτρων.
And he, gladly receiving the submission of the nation without dangers, made a treaty with them for peace and friendship on the same terms as those on which he had formerly subdued the Tyrrhenians, and restored the prisoners to them without ransom.