§20.14.1Νεμέριος Φάβιος Πίκτωρ καὶ Κόιντος Φάβιος Μάξιμος καὶ Κόιντος Ὀγούλνιος πρὸς τὸν Φιλάδελφον Πτολεμαῖον πρεσβεύσαντες καὶ δωρεαῖς ἰδίαις τιμηθέντες ὐπʼ αὐτοῦ· ἦρχε δὲ τῆς Αἰγύπτου δεύτερος μετὰ τὸν Μακεδόνα Ἀλέξανδρον· §20.14.2ἐπειδὴ κατέπλευσαν εἰς τὴν πόλιν, τά τε ἄλλα ἀπήγγειλαν, ὅσα διεπράξαντο κατὰ τὴν ἀποδημίαν, καὶ τὰς δωρεάς, ἃς παρὰ τοῦ βασιλέως ἔλαβον, εἰς τὸ δημόσιον ἀνήνεγκαν·
Numerius Fabius Pictor, Quintus Fabius Maximus, and Quintus Ogulnius, having gone as ambassadors to Ptolemy Philadelphus, and having been honored by him with personal gifts—he ruled Egypt as the second after Alexander the Macedonian— when they sailed back to the city, reported both the other things that they had accomplished during their journey abroad and deposited the gifts which they had received from the king into the public treasury.
οὓς ἡ βουλὴ πάντων ἀγασθεῖσα τῶν ἔργων οὐκ εἴασε δημοσιῶσαι τὰς βασιλικὰς χάριτας, ἀλλʼ εἰς τοὺς ἑαυτῶν οἴκους ἀπενέγκασθαι τιμὰς ἀρετῆς καὶ κόσμους ἐκγόνοις.
The senate, having admired them for all their deeds, did not allow them to make the royal favors public property, but permitted them to carry them back to their own homes as rewards for virtue and ornaments for their descendants.