§2.20.1καὶ μηδεὶς ὑπολάβῃ με ἀγνοεῖν ὅτι τῶν Ἑλληνικῶν μύθων εἰσί τινες ἀνθρώποις χρήσιμοι, οἱ μὲν ἐπιδεικνύμενοι τὰ τῆς φύσεως ἔργα διʼ ἀλληγορίας, οἱ δὲ παραμυθίας ἕνεκα συγκείμενοι τῶν ἀνθρωπείων συμφορῶν, οἱ δὲ ταραχὰς ἐξαιρούμενοι ψυχῆς καὶ δείματα καὶ δόξας καθαιροῦντες οὐχ ὑγιεῖς, οἱ δʼ ἄλλης τινὸς ἕνεκα συμπλασθέντες ὠφελείας.
And let no one suppose me to be ignorant that some of the Greek myths are useful to mankind, some exhibiting the works of nature through allegory, others composed for the sake of comforting human misfortunes, others removing disturbances of the soul and destroying fears and unhealthy opinions, and others fashioned for the sake of some other utility.
§2.20.2ἀλλὰ καίπερ ἐπιστάμενος ταῦτα οὐδενὸς χεῖρον ὅμως εὐλαβῶς διάκειμαι πρὸς αὐτοὺς καὶ τὴν Ῥωμαίων μᾶλλον ἀποδέχομαι θεολογίαν, ἐνθυμούμενος ὅτι τὰ μὲν ἐκ τῶν Ἑλληνικῶν μύθων ἀγαθὰ μικρά τε ἐστὶ καὶ οὐ πολλοὺς δυνάμενα ὠφελεῖν, ἀλλὰ μόνους τοὺς ἐξητακότας ὧν ἕνεκα γίνεται, σπάνιοι δʼ εἰσὶν οἱ μετειληφότες ταύτης τῆς φιλοσοφίας.
But although I understand these things no less than anyone else, nevertheless I am cautiously disposed toward them and rather accept the theology of the Romans, considering that the benefits from the Greek myths are small and unable to assist many, but only those who have examined the reasons for which they are created, and those who have shared in this philosophy are rare.
ὁ δὲ πολὺς καὶ ἀφιλοσόφητος ὄχλος ἐπὶ τὰ χείρω λαμβάνειν φιλεῖ τοὺς περὶ αὐτῶν λόγους καὶ δυεῖν πάσχει θάτερον, ἢ καταφρονεῖ τῶν θεῶν ὡς ἐν πολλῇ κακοδαιμονίᾳ κυλινδουμένων, ἢ τῶν αἰσχίστων τε καὶ παρανομωτάτων οὐδενὸς ἀπέχεται θεοῖς αὐτὰ προσκείμενα ὁρῶν.
But the common and unphilosophical multitude is inclined to take the stories about them in the worse sense and suffers one of two things: either they despise the gods as being rolled in great misery, or they abstain from none of the most shameful and unlawful actions, seeing these same things attributed to the gods.