§15.9.1μετὰ τοῦτο παραλαβὼν τὸν λόγον ὁ τῶν Ῥωμαίων εἰρηνοδίκης εἶπεν· οὐθὲν ἔτι τὸ κωλῦσόν ἐστιν, οὕτω φανερῶς ἀνῃρηκότων ὑμῶν τὰ περὶ τῆς εἰρήνης ὅρκια. . . . βουλεύεσθε τὸν Ῥωμαίων δῆμον αἰτιάσασθαι.
After this, the fecial priest of the Romans, taking up the discourse, said: "There is nothing any longer to prevent [it], since you have so openly annulled the oaths concerning peace.... you deliberate to accuse the Roman people.
πάντα γὰρ αὐτῷ πέπρακται κατὰ τοὺς ἱερούς τε καὶ πατρίους νόμους, τά τε πρὸς τοὺς θεοὺς ὅσια καὶ τὰ πρὸς ἀνθρώπους δίκαια, δικασταὶ δὲ τῶν μενόντων ἐν ταῖς ὁμολογίαις οἱ λαχόντες πολέμους ἐπισκοπεῖν ἔσονται θεοί.
For everything has been done by them in accordance with both sacred and ancestral laws, both what is holy towards the gods and what is just towards men, and the gods, whose lot it is to oversee wars, will be the judges of those who remain true to the agreements.
§15.9.2μέλλων δʼ ἀπιέναι τήν τε περιβολὴν κατὰ κεφαλῆς εἵλκυσε καὶ τὰς χεῖρας ἀνασχὼν εἰς τὸν οὐρανόν, ὡς ἔθος ἐστίν, ἀρὰς ἐποιήσατο τοῖς θεοῖς· εἰ μὲν ἄδικα πάσχουσα ὑπὸ Σαυνιτῶν ἡ Ῥωμαίων πόλις καὶ μὴ δυναμένη μετὰ λόγου καὶ κρίσεως διαλῦσαι τὰς διαφορὰς ἐπὶ τὰ ἔργα χωρήσαι, βουλάς τʼ ἀγαθὰς αὐτῇ θεοὺς καὶ δαίμονας ἐπὶ νοῦν ἄγειν, καὶ % πράξειεν πᾶσι διδόναι τοῖς πολεμίοις ἐντυχεῖν, εἰ δʼ αὐτή τι πλημμελοῦσα περὶ τὰ τῆς φιλίας ὅρκια προφάσεις κατασκευάζεται τῆς ἔχθρας οὐκ ἀληθεῖς, μήτε βουλὰς ὀρθοῦν αὐτοῖς μήτε πράξεις.
And being about to depart, he drew his cloak over his head and, lifting his hands to heaven as is the custom, made imprecations to the gods: 'If indeed the Roman state, suffering injustice at the hands of the Samnites and not being able to settle the differences through reason and judgment, should proceed to deeds, may the gods and guardian spirits bring good counsels to her mind, and grant success in all her actions when encountering the enemies; but if she herself, committing some offense concerning the oaths of friendship, fabricates false pretexts of hostility, may they guide neither their counsels aright nor their actions.'"