§14.13.1τοῦ ὑπάτου Μαρκίου Πριβερνάτας πολιορκοῦντος, ἐπεὶ οὐδεμία τούτοις σωτηρίας ἐλπὶς ὑπελείπετο, ἐπρεσβεύοντο πρὸς αὐτόν·
When the consul Marcius was besieging the Privernates, since no hope of safety was left to them, they sent an embassy to him.
τοῦ δʼ εἰπόντος· φράσατέ μοι, πῶς αὐτοὶ κολάζετε τοὺς ἀφισταμένους ὑμῶν οἰκέτας; ἀποκρίνεται πρὸς αὐτὸν ὁ πρεσβευτής· ὡς δεῖ κολάζεσθαι τοὺς ποθοῦντας ἀπολαβεῖν τὴν ἔμφυτον ἐλευθερίαν. §14.13.2καὶ ὁ Μάρκιος ἀποδεξάμενος αὐτοῦ τὴν παρρησίαν φησίν· ἐὰν δὲ δὴ καὶ πεισθῶμεν ὑμῖν ἀφεῖναι τὰς ὀργάς, τίνα δώσετε πίστιν ὑπὲρ τοῦ μηδὲν ἔτι ποιήσειν ἐχθρῶν ἔργον; ἀποκρίνεται πάλιν ὁ πρεσβευτής· ἐπὶ σοὶ τοῦτʼ ἔστι καὶ τοῖς ἄλλοις Ῥωμαίοις, Μάρκιε·
And when he said, "Tell me, how do you yourselves punish those of your servants who run away from you?" the envoy replied to him, "In the way that those who long to recover their innate freedom ought to be punished." And Marcius, admiring his frankness, said, "But if we should indeed be persuaded by you to dismiss our anger, what pledge will you give that you will no longer do any hostile deed?" The envoy replied again, "That rests with you and the other Romans, Marcius.
κομισάμενοι μὲν γὰρ ἅμα τῇ πατρίδι καὶ τὴν ἐλευθερίαν βέβαιοι διὰ παντὸς ὑμῖν ἐσόμεθα φίλοι, δουλεύειν δʼ ἀναγκασθέντες οὐδέποτε. ἠγάσθη τε δὴ τῆς μεγαλοφροσύνης τοὺς ἄνδρας ὁ Μάρκιος καὶ τὴν πολιορκίαν ἔλυσε.
For if we recover our freedom along with our country, we shall be steadfast friends to you forever; but if we are forced to be slaves, never." Marcius then marvelled at the high-mindedness of the men and raised the siege.